previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νεοπτόλεμος

ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.

Φιλοκτήτης

ἀλλ᾽, τέκνον, καὶ θάρσος ἴσχ᾽: ὡς ἥδε μοι
ὀξεῖα φοιτᾷ καὶ ταχεῖ᾽ ἀπέρχεται.
ἀλλ᾽ ἀντιάζω, μή με καταλίπῃς μόνον.

Νεοπτόλεμος
θάρσει, μενοῦμεν.

Φιλοκτήτης
μενεῖς;

Νεοπτόλεμος
σαφῶς φρόνει.

Φιλοκτήτης

οὐ μήν σ᾽ ἔνορκόν γ᾽ ἀξιῶ θέσθαι, τέκνον.

Νεοπτόλεμος

ὡς οὐ θέμις γ᾽ ἐμοὔστι σοῦ μολεῖν ἄτερ.

Φιλοκτήτης
ἔμβαλλε χειρὸς πίστιν.

Νεοπτόλεμος
ἐμβάλλω μενεῖν.

Φιλοκτήτης
ἐκεῖσε νῦν μ᾽, ἐκεῖσε

Νεοπτόλεμος
ποῖ λέγεις;

Φιλοκτήτης
ἄνω

Νεοπτόλεμος

815τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;

Φιλοκτήτης
μέθες μέθες με.

Νεοπτόλεμος
ποῖ μεθῶ;

Φιλοκτήτης
μέθες ποτέ.

Νεοπτόλεμος
οὔ φημ᾽ ἐάσειν.

Φιλοκτήτης
ἀπό μ᾽ ὀλεῖς, ἢν προσθίγῃς.

Νεοπτόλεμος

καὶ δὴ μεθίημ᾽, εἴ τι δὴ πλέον φρονεῖς.

Φιλοκτήτης

γαῖα, δέξαι θανάσιμόν μ᾽ ὅπως ἔχω
820τὸ γὰρ κακὸν τόδ᾽ οὐκέτ᾽ ὀρθοῦσθαί μ᾽ ἐᾷ.

Νεοπτόλεμος

τὸν ἄνδρ᾽ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
ἕξειν: κάρα γὰρ ὑπτιάζεται τόδε:
ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
μέλαινά τ᾽ ἄκρου τις παρέρρωγεν ποδὸς
825αἱμορραγὴς φλέψ. ἀλλ᾽ ἐάσωμεν, φίλοι,
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 981
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: