previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. Ἱππονίκῳ δὲ τῷ Καλλιου πατρί, καὶ δόξαν ἔχοντι μεγάλην καὶ δύναμιν ἀπὸ πλούτου καὶ γένους, ἐνέτριψε κόνδυλον, οὐχ ὑπ᾽ ὀργῆς διαφορᾶς τινος προαχθείς, ἀλλ᾽ ἐπὶ γέλωτι, συνθέμενος πρὸς τοὺς ἑταίρους. περιβοήτου δὲ τῆς ἀσελγείας ἐν τῇ πόλει γενομένης καὶ συναγανακτούντων, ὥσπερ εἰκός, ἁπάντων, ἅμ᾽ ἡμέρᾳ παρῆν Ἀλκιβιάδης ἐπὶ τὴν οἰκίαν τοῦ Ἱππονίκου, καὶ τὴν θύραν κόψας εἰσῆλθε πρὸς αὐτὸν καὶ θεὶς τὸ ἱμάτιον παρεδίδου τὸ σῶμα, μαστιγοῦν καὶ κολάζειν κελεύων. [2] δὲ συνέγνω καὶ τὴν ὀργὴν ἀφῆκεν, ὕστερον δὲ τῆς θυγατρὸς Ἱππαρέτης ἐποιήσατο νυμφίον.

ἔνιοι δέ φασιν, οὐχ Ἱππόνικον, ἀλλὰ Καλλίαν, τὸν υἱὸν αὐτοῦ, δοῦναι τῷ Ἀλκιβιάδῃ τὴν Ἱππαρέτην ἐπὶ δέκα ταλάντοις: εἶτα μέντοι τεκούσης ἄλλα πάλιν δέκα προσεισπρᾶξαι τὸν Ἀλκιβιάδην, ὡς τοῦτο συνθέμενον εἰ γένοιντο παῖδες. δὲ Καλλίας ἐπιβουλὴν δεδοικὼς προσῆλθε τῷ δήμῳ τὰ χρήματα διδοὺς καὶ τὸν οἶκον, ἄνπερ αὐτῷ συμπέσῃ μὴ καταλιπόντι γενεὰν ἀποθανεῖν.

εὔτακτος δ᾽ οὖσα καὶ φίλανδρος Ἱππαρέτη, [3] λυπουμένη δ᾽ ὑπ᾽ αὐτοῦ περὶ τὸν γάμον ἑταίραις ξέναις καὶ ἀσταῖς συνόντος, ἐκ τῆς οἰκίας ἀπιοῦσα πρὸς τὸν ἀδελφὸν ᾤχετο. τοῦ δ᾽ Ἀλκιβιάδου μὴ φροντίζοντος, ἀλλὰ τρυφῶντος, ἔδει τὸ τῆς ἀπολείψεως γράμμα παρὰ τῷ ἄρχοντι θέσθαι, μὴ δι᾽ ἑτέρων, [4] ἀλλ᾽ αὐτὴν παροῦσαν. ὡς οὖν παρῆν τοῦτο πράξουσα κατὰ τὸν νόμον, ἐπελθὼν Ἀλκιβιάδης καὶ συναρπάσας αὐτὴν ἀπῆλθε δι᾽ ἀγορᾶς οἴκαδε κομίζων, μηδενὸς ἐναντιωθῆναι μηδ᾽ ἀφελέσθαι τολμήσαντος. ἔμεινε μέντοι παρ᾽ αὐτῷ μέχρι τελευτῆς, ἐτελεύτησε δὲ μετ᾽ οὐ πολὺν χρόνον εἰς Ἔφεσον τοῦ Ἀλκιβιάδου πλεύσαντος. [5]

αὕτη μὲν οὖν οὐ παντελῶς ἔδοξεν βία παράνομος οὐδ᾽ ἀπάνθρωπος εἶναι: καὶ γὰρ νόμος δοκεῖ διὰ τοῦτο προάγειν τὴν ἀπολείπουσαν εἰς τὸ δημόσιον αὐτήν, ὅπως ἐγγένηται τῷ ἀνδρὶ συμβῆναι καὶ κατασχεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: