previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32. δ᾽ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι, καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων. [2]

δὲ Δοῦρις Σάμιος Ἀλκιβιάδου φάσκων ἀπόγονος εἶναι προστίθησι τούτοις, αὐλεῖν μὲν εἰρεσίαν τοῖς ἐλαύνουσι Χρυσόγονον τὸν πυθιονίκην, κελεύειν δὲ Καλλιππίδην τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, στατοὺς καὶ ξυστίδας καὶ τὸν ἄλλον ἐναγώνιον ἀμπεχομένους κόσμον, ἱστίῳ δ᾽ ἁλουργῷ τὴν ναυαρχίδα προσφέρεσθαι τοῖς λιμέσιν, [3] ὥσπερ ἐκ μέθης ἐπικωμάζοντος, οὔτε Θεόπομπος οὔτ᾽ Ἔφορος οὔτε Ξενοφῶν γέγραφεν, οὔτ᾽ εἰκὸς ἦν οὕτως ἐντρυφῆσαι τοῖς Ἀθηναίοις μετὰ φυγὴν καὶ συμφορὰς τοσαύτας κατερχόμενον, ἀλλ᾽ ἐκεῖνος καὶ δεδιὼς κατήγετο, καὶ καταχθεὶς οὐ πρότερον ἀπέβη τῆς τριήρους, πρὶν στὰς ἐπὶ τοῦ καταστρώματος ἰδεῖν Εὐρυπτόλεμόν τε τὸν ἀνεψιὸν παρόντα καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων συχνοὺς ἐκδεχομένους καὶ παρακαλοῦντας. [4]

ἐπεὶ δ᾽ ἀπέβη, τοὺς μὲν ἄλλους στρατηγοὺς οὐδ᾽ ὁρᾶν ἐδόκουν ἀπαντῶντες οἱ ἄνθρωποι, πρὸς δ᾽ ἐκεῖνον συντρέχοντες ἐβόων, ἠσπάζοντο, παρέπεμπον, ἐστεφάνουν προσιόντες, οἱ δὲ μὴ δυνάμενοι προσελθεῖν ἄπωθεν ἐθεῶντο, καὶ τοῖς νέοις ἐδείκνυσαν οἱ πρεσβύτεροι. πολὺ δὲ καὶ δάκρυον τῷ χαίροντι τῆς πόλεως ἀνεκέκρατο, καὶ μνήμη πρὸς τὴν παροῦσαν εὐτυχίαν τῶν πρόσθεν ἀτυχημάτων, λογιζομένοις ὡς οὔτ᾽ ἂν Σικελίας [5] διήμαρτον οὔτ᾽ ἄλλο τι τῶν προσδοκηθέντων ἐξέφυγεν αὐτοὺς ἐάσαντας Ἀλκιβιάδην ἐπὶ τῶν τότε πραγμάτων καὶ τῆς δυνάμεως ἐκείνης, εἰ νῦν τὴν πόλιν παραλαβὼν ὀλίγου δέουσαν ἐκπεπτωκέναι τῆς θαλάττης, κατὰ γῆν δὲ μόλις τῶν προαστείων κρατοῦσαν, αὐτὴν δὲ πρὸς ἑαυτὴν στασιάζουσαν, ἐκ λυπρῶν ἔτι λειψάνων καὶ ταπεινῶν ἀναστήσας οὐ μόνον 1 τῆς θαλάττης τὸ κράτος ἀποδέδωκεν, ἀλλὰ καὶ πεζῇ νικῶσαν ἀποδείκνυσι πανταχοῦ τοὺς πολεμίους.

1 μόνον with Ma and Cobet: μόνον γε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: