previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26. ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντες οἱ Ἀλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰς ἄστυ κινήσοντα τὴν πολιτείαν καὶ παραθαρρυνοῦντα τοὺς δυνατοὺς τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡς ἐπὶ τούτοις τοῦ Ἀλκιβιάδου Τισαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος. αὕτη γὰρ ἦν πρόφασις καὶ τοῦτο πρόσχημα τοῖς καθιστᾶσι τὴν ὀλιγαρχίαν. [2] ἐπεὶ δ᾽ ἴσχυσαν καὶ παρέλαβον τὰ πράγματα οἱ πεντακισχίλιοι λεγόμενοι, τετρακόσιοι δὲ ὄντες, ἐλάχιστα τῷ Ἀλκιβιάδῃ προσεῖχον ἤδη καὶ μαλακώτερον ἥπτοντο τοῦ πολέμου, τὰ μὲν ἀπιστοῦντες ἔτι πρὸς τὴν μεταβολὴν ξενοπαθοῦσι τοῖς πολίταις, τὰ δ᾽ οἰόμενοι μᾶλλον ἐνδώσειν αὐτοῖς Λακεδαιμονίους ἀεὶ πρὸς ὀλιγαρχίαν ἐπιτηδείως ἔχοντας. [3] μὲν οὖν κατὰ τὴν πόλιν δῆμος ἄκων ὑπὸ δέους ἡσυχίαν ἦγε: καὶ γὰρ ἀπεσφάγησαν οὐκ ὀλίγοι τῶν ἐναντιουμένων φανερῶς τοῖς τετρακοσίοις: οἱ δ᾽ ἐν Σάμῳ ταῦτα πυνθανόμενοι καὶ ἀγανακτοῦντες ὥρμηντο πλεῖν εὐθὺς ἐπὶ τὸν Πειραιᾶ, καὶ μεταπεμψάμενοι τὸν Ἀλκιβιάδην καὶ στρατηγὸν ἀποδείξαντες ἐκέλευον ἡγεῖσθαι καὶ καταλύειν τοὺς τυράννους. [4]

δ᾽ οὐχ οἷον ἄν τις ἐξαίφνης χάριτι τῶν πολλῶν μέγας γεγονὼς ἔπαθε καὶ ἠγάπησε, πάντα δεῖν εὐθὺς οἰόμενος χαρίζεσθαι καὶ μηδὲν ἀντιλέγειν τοῖς ἐκ πλάνητος καὶ φυγάδος αὐτὸν νεῶν τοσούτων καὶ στρατοπέδου καὶ δυνάμεως τηλικαύτης ἀποδείξασιν ἡγεμόνα καὶ στρατηγόν, ἀλλ᾽ ὅπερ ἦν ἄρχοντι μεγάλῳ προσῆκον, ἀνθίστασθαι φερομένοις ὑπ᾽ ὀργῆς, κωλύσας ἐξαμαρτεῖν, τότε γοῦν τὰ πράγματα τῇ πόλει περιφανῶς ἔσωσεν. [5] εἰ γὰρ ἄραντες ἀπέπλευσαν οἴκαδε, τοῖς μὲν πολεμίοις εὐθὺς ἔχειν ὑπῆρχεν Ἰωνίαν ἅπασαν, καὶ τὸν Ἑλλήσποντον 1 ἀμαχεί, καὶ τὰς νήσους, Ἀθηναίοις δὲ πρὸς Ἀθηναίους μάχεσθαι τὸν πόλεμον εἰς τὴν πόλιν ἐμβαλόντας: ὃν μόνος μάλιστα μὴ γενέσθαι διεκώλυσεν Ἀλκιβιάδης, οὐ μόνον πείθων καὶ διδάσκων τὸ πλῆθος, ἀλλὰ καὶ καθ᾽ ἕνα τοὺς μὲν ἀντιβολῶν, τῶν δ᾽ ἐπιλαμβανόμενος. [6] συνέπραττε δ᾽ αὐτῷ καὶ Θρασύβουλος Στειριεὺς ἅμα παρὼν καὶ κεκραγώς: ἦν γάρ, ὡς λέγεται, μεγαλοφωνότατος Ἀθηναίων.

ἐκεῖνό τε δὴ καλὸν τοῦ Ἀλκιβιάδου καὶ δεύτερον, ὅτι ὑποσχόμενος τὰς Φοινίσσας ναῦς, ἃς προσεδέχοντο Λακεδαιμόνιοι βασιλέως πέμψαντος, μεταστήσειν πρὸς αὐτοὺς διαπράξεσθαι μηδὲ πρὸς ἐκείνους κομισθῆναι, διὰ ταχέων ἐξέπλευσε. [7] καὶ τὰς μὲν ναῦς ἐκφανείσας περὶ Ἄσπενδον οὐκ ἤγαγεν Τισαφέρνης, ἀλλ᾽ ἐψεύσατο τοὺς Λακεδαιμονίους, τὴν δ᾽ αἰτίαν τοῦ ἀποτρέψαι παρ᾽ ἀμφοτέροις Ἀλκιβιάδης εἶχε, καὶ μᾶλλον ἔτι παρὰ τοῖς Λακεδαιμονίοις, ὡς διδάσκων τὸν βάρβαρον αὐτοὺς ὑφ᾽ αὑτῶν περιορᾶν ἀπολλυμένους τοὺς Ἕλληνας. οὐ γὰρ ἦν ἄδηλον ὅτι τοῖς ἑτέροις δύναμις τοσαύτη προσγενομένη τοὺς ἑτέρους ἀφῃρεῖτο κομιδῇ τὸ κράτος τῆς θαλάττης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: