[300α]
πότερον δὲ ὁρῶσιν, ἔφη ὁ Εὐθύδημος, καὶ Σκύθαι τε καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα;τὰ δυνατὰ δήπου.οὐκοῦν καὶ σύ, ἔφη;κἀγώ.ὁρᾷς οὖν τὰ ἡμέτερα ἱμάτια;ναί.δυνατὰ οὖν ὁρᾶν ἐστὶν ταῦτα.ὑπερφυῶς, ἔφη ὁ Κτήσιππος.τί δέ; ἦ δ᾽ ὅς.μηδέν. σὺ δὲ ἴσως οὐκ οἴει αὐτὰ ὁρᾶν: οὕτως ἡδὺς εἶ. ἀλλά μοι δοκεῖς, Εὐθύδημε, οὐ καθεύδων ἐπικεκοιμῆσθαι καί, εἰ οἷόν τε λέγοντα μηδὲν λέγειν, καὶ σὺ τοῦτο ποιεῖν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.