previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15.

μετὰ δὲ ταῦτα ἐν Θεσσαλίᾳ δυναστεύων Ἀλέξανδρος Πελοπίδαν ἐλθόνταἀφίκετο δὲ ὡς παρὰ ἄνδρα ἰδίᾳ τε εὔνουν αὑτῷ καὶ Θηβαίων φίλον τῷ κοινῷπαραγενόμενον δὴ τὸν Πελοπίδαν Ἀλέξανδρος δήσας εἶχεν ὑπὸ ἀπιστίας τε καὶ ὕβρεως: Θηβαῖοι δὲ ἐπεξιέναι παραυτίκα ἐπὶ τὸν Ἀλέξανδρον ὥρμηντο. ἡγεμόνας μὲν οὖν τῆς ἐξόδου Κλεομένην καὶ Ὕπατον ἐποιήσαντο βοιωταρχοῦντας ἐν τῷ τότε: Ἐπαμινώνδᾳ δὲ συνέβαινεν ἐν τοῖς στρατευομένοις τετάχθαι. [2] γεγονυίας δὲ ἐκτὸς Πυλῶν οἱ τῆς δυνάμεως ἐπιτίθεταί σφισιν ἐν δυσχωρίαις λοχήσας Ἀλέξανδρος: ὡς δὲ ἐφαίνετο ἄπορα εἶναι τὰ τῆς σωτηρίας, οὕτω δὴ τε λοιπὸς στρατὸς ἡγεμόνα ποιοῦνται τὸν Ἐπαμινώνδαν καὶ οἱ Βοιωτάρχαι παραχωροῦσιν ἑκουσίως τῆς ἀρχῆς: Ἀλέξανδρος δὲ οὔτε ἔτι ἐθάρρει τὸν πόλεμον στρατηγοῦντα ὁρῶν τοῖς ἐναντίοις Ἐπαμινώνδαν καὶ ἑκὼν Πελοπίδαν ἀφίησιν. [3] ἐν ὅσῳ δὲ ἀπῆν Ἐπαμινώνδας, Ὀρχομενίους Θηβαῖοι ποιοῦσιν ἀναστάτους ἐκ τῆς χώρας: συμφορὰν δὲ τὴν ἀνάστασιν τὴν Ὀρχομενίων ἐνόμιζεν Ἐπαμινώνδας καὶ οὔ ποτ᾽ ἂν ἐξεργασθῆναι τόλμημα τοιοῦτον αὐτοῦ γε παρόντος ἔφασκεν ὑπὸ Θηβαίων. [4] ὡς δὲ βοιωταρχεῖν αὖθις ᾕρητο καὶ στρατῷ Βοιωτῶν ἀφίκετο αὖθις ἐς Πελοπόννησον, ἐκράτησε μὲν περὶ Λέχαιον Λακεδαιμονίους μάχῃ, σὺν δέ σφισιν Ἀχαιῶν Πελληνέας καὶ Ἀθηναίων οὓς Χαβρίας ἦγεν ἐξ Ἀθηνῶν. Θηβαίοις δὲ ἦν καθεστηκὸς τοὺς μὲν ἄλλους, ὁπόσους αἰχμαλώτους ἕλοιεν, ἀφιέναι χρημάτων, τοὺς δὲ ἐκ Βοιωτῶν φεύγοντας ζημιοῦν θανάτῳ: πόλισμα οὖν ἑλὼν Σικυωνίων Φοιβίαν, ἔνθα ἦσαν τὸ πολὺ οἱ Βοιώτιοι φυγάδες συνηγμένοι, ἀφίησι τοὺς ἐγκαταληφθέντας, ἄλλην σφίσιν ἣν ἔτυχε πατρίδα ἐπονομάζων ἑκάστῳ. [5] ὡς δὲ ἀφίκετο πρὸς Μαντίνειαν τῇ στρατιᾷ, νικῶν καὶ τότε ὑπὸ ἀνδρὸς ἀπέθανεν Ἀθηναίου: καὶ Ἀθήνῃσιν ἐν ἱππέων μάχῃ τὸν Ἐπαμινώνδαν ἀνὴρ οὗτος γέγραπται φονεύων Γρύλος Ξενοφῶντος, Ξενοφῶντος δὴ τοῦ Κύρῳ ὁδοῦ μετασχόντος ἐπὶ βασιλέα Ἀρταξέρξην καὶ ὀπίσω τοῖς Ἕλλησιν ἐπὶ θάλασσαν ἡγησαμένου. [6]

τῷ δὲ ἀνδριάντι τοῦ Ἐπαμινώνδου καὶ ἐλεγεῖα ἔπεστιν ἄλλα τε ἐς αὐτὸν λέγοντα καὶ ὅτι Μεσσήνης γένοιτο οἰκιστὴς καὶ τοῖς Ἕλλησιν ὑπάρξειεν ἐλευθερία δι᾽ αὐτοῦ. καὶ οὕτως ἔχει τὰ ἐλεγεῖα:“ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν,
Μεσσήνη δ᾽ ἱερὴ τέκνα χρόνῳ δέχεται:
Θήβης δ᾽ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται,
αὐτόνομος δ᾽ Ἑλλὰς πᾶσ᾽ ἐν ἐλευθερίῃ.

τούτῳ μὲν τοσαῦτα ἦν ἐς δόξαν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 15
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: