14. τὸ μὲν δὴ παραυτίκα ὁ Ἐπαμινώνδας μετὰ τὴν μάχην Πελοποννησίων τοῖς λοιποῖς ἀπιέναι προειπὼν ἐπὶ τὰ οἰκεῖα Λακεδαιμονίους ἐν τοῖς Λεύκτροις εἶχεν ἀπειλημμένους: ὡς δὲ ἤκουε τοὺς ἐκ τῆς πόλεως Σπαρτιάτας βοηθήσοντας τοῖς σφετέροις ἐς Λεῦκτρα ἰέναι πανδημεί, δίδωσιν οὕτω τοῖς ἀνδράσιν ἀπελθεῖν ὑποσπόνδους ἔφη τε ἄμεινον ἔσεσθαι τὸν πόλεμόν σφισιν ἐκ Βοιωτῶν ἐς τὴν Λακεδαίμονα ἀπώσασθαι.
[2]
Θεσπιεῦσι δέ, ὑφορωμένοις τήν τε ἐξ ἀρχῆς ἐκ τῶν Θηβαίων δυσμένειαν καὶ τὴν ἐν τῷ παρόντι αὐτῶν τύχην, τὴν μὲν πόλιν ἔδοξεν ἐκλιπεῖν, ἀναφεύγειν δὲ ἐς Κερησσόν. ἔστι δὲ ἐχυρὸν χωρίον ὁ Κερησσὸς ἐν τῇ Θεσπιέων, ἐς ὃ καὶ πάλαι ποτὲ ἀνεσκευάσαντο κατὰ τὴν ἐπιστρατείαν τὴν Θεσσαλῶν: οἱ Θεσσαλοὶ δὲ τότε, ὡς ἑλεῖν τὸν Κερησσόν σφισι πειρωμένοις ἐφαίνετο ἐλπίδος κρεῖσσον, ἀφίκοντο ἐς Δελφοὺς παρὰ τὸν θεόν, καὶ
[3]
αὐτοῖς γίνεται μάντευμα τοιόνδε:“Λεῦκτρά τέ μοι σκιόεντα μέλει καὶ Ἀλήσιον οὖδας,
καί μοι τὼ Σκεδάσου μέλετον δυσπενθέε κούρα.
ἔνθα μάχη πολύδακρυς ἐπέρχεται: οὐδέ τις αὐτήν
φράσσεται ἀνθρώπων, πρὶν κούριον ἀγλαὸν ἥβην
Δωριέες ὀλέσωσ᾽, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.
τουτάκι δ᾽ ἔστι Κερησσὸς ἁλώσιμος, ἄλλοτε δ᾽ οὐχί.
”
[4]
τότε δὲ ὁ Ἐπαμινώνδας ὡς τοὺς Θεσπιεῖς καταφεύγοντας ἐς τὸν Κερησσὸν ἐξεῖλε, πρὸς τὰ ἐν Πελοποννήσῳ παραυτίκα ἔσπευδεν ἅτε καὶ τῶν Ἀρκάδων προθύμως μεταπεμπομένων. ἐλθὼν δὲ Ἀργείους μὲν προσελάβετο ἑκουσίους συμμάχους, Μαντινέας δὲ κατὰ κώμας ὑπὸ Ἀγησιπόλιδος διῳκισμένους ἐς τὴν ἀρχαίαν συνήγαγεν αὖθις πόλιν: τὰ δὲ πολίσματα τὰ Ἀρκάδων ὁπόσα εἶχεν ἀσθενῶς καταλῦσαι πείσας τοὺς Ἀρκάδας, πατρίδα ἐν κοινῷ σφισιν ᾤκισεν, ἣ Μεγάλη καὶ ἐς ἡμᾶς ἔτι καλεῖται πόλις.
[5]
ὁ μὲν δὴ χρόνος βοιωταρχοῦντι Ἐπαμινώνδᾳ διήνυστο, τεθνάναι δὲ ἐτέτακτο ἐπιλαβόντα ἄνδρα τῆς ἀρχῆς: ὁ οὖν Ἐπαμινώνδας ὑπεριδὼν ὡς οὐκ ὄντα ἐν καιρῷ τὸν νόμον ἐβοιωτάρχει καὶ ἀφικόμενος τῷ στρατῷ πρὸς τὴν Σπάρτην, ὡς οὐκ ἀντεπῆγεν Ἀγησίλαος μαχούμενος, οὕτω πρὸς τὸν οἰκισμὸν τρέπεται Μεσσήνης. καὶ οἰκιστὴς Μεσσηνίοις τοῖς νῦν ἐστιν Ἐπαμινώνδας: καί μοι τὰ ἐς τὸν οἰκισμὸν ἐδήλωσε τὰ ἐς αὐτοὺς ἔχοντα Μεσσηνίους.
[6]
ἐν τούτῳ δὲ οἱ τῶν Θηβαίων σύμμαχοι κατέτρεχον διασκεδασθέντες χώραν τὴν Λακωνικὴν καὶ ἥρπαζον τὰ ἐξ αὐτῆς: τοῦτο Ἐπαμινώνδᾳ παρέστησεν ὀπίσω Θηβαίους ἐς Βοιωτίαν ἀπαγαγεῖν. καὶ ὡς προϊὼν τῷ στρατῷ κατὰ Λέχαιον ἐγίνετο καὶ διεξιέναι τῆς ὁδοῦ τὰ στενὰ καὶ δύσβατα ἔμελλεν, Ἰφικράτης ὁ Τιμοθέου πελταστὰς καὶ ἄλλην Ἀθηναίων ἔχων δύναμιν ἐπιχειρεῖ τοῖς Θηβαίοις.
[7]
Ἐπαμινώνδας δὲ τοὺς ἐπιθεμένους τρέπεται καὶ πρὸς αὐτὸ ἀφικόμενος Ἀθηναίων τὸ ἄστυ, ὡς ἐπεξιέναι μαχουμένους τοὺς Ἀθηναίους ἐκώλυεν Ἰφικράτης, ὁ δὲ αὖθις ἐς τὰς Θήβας ἀπήλαυνε. καὶ δίκην μὲν ἔφυγεν ὑπὲρ θανάτου, διότι ἐβοιωτάρχησεν ἐξήκοντος ἤδη τοῦ χρόνου: λέγονται δὲ οἱ δικάζειν λαχόντες οὐδὲ ἀρχὴν περὶ αὐτοῦ θέσθαι τὴν ψῆφον.
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Κορινθιακά
Λακωνικά
Μεσσηνιακά
Ἠλιακῶν Α
Ἠλιακῶν Β
Ἀχαικά
Ἀρκαδικά
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (5 total)
- Cross-references to this page
(2):
- Smith's Bio, Epaminondas
- Smith's Bio, Lycome'des
- Cross-references in notes to this page
(3):
- Diodorus Siculus, Library, Diod. 15.46
- Diodorus Siculus, Library, Diod. 15.63
- Isocrates, Archidamus, Isoc. 6 55
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences