Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47chapter 48chapter 49chapter 50chapter 51chapter 52chapter 53chapter 54
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Κορινθιακά
Λακωνικά
Μεσσηνιακά
Ἠλιακῶν Α
Ἠλιακῶν Β
Ἀχαικά
Ἀρκαδικά
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
15. Φενεάταις δὲ καὶ Δήμητρός ἐστιν ἱερὸν ἐπίκλησιν Ἐλευσινίας, καὶ ἄγουσι τῇ θεῷ τελετήν, τὰ Ἐλευσῖνι δρώμενα καὶ παρὰ σφίσι τὰ αὐτὰ φάσκοντες καθεστηκέναι: ἀφικέσθαι γὰρ αὐτοῖς Ναὸν κατὰ μάντευμα ἐκ Δελφῶν, τρίτον δὲ ἀπόγονον Εὐμόλπου τοῦτον εἶναι τὸν Ναόν. παρὰ δὲ τῆς Ἐλευσινίας τὸ ἱερὸν πεποίηται Πέτρωμα καλούμενον, λίθοι δύο ἡρμοσμένοι πρὸς ἀλλήλους μεγάλοι.
[2]
ἄγοντες δὲ παρὰ ἔτος ἥντινα τελετὴν μείζονα ὀνομάζουσι, τοὺς λίθους τούτους τηνικαῦτα ἀνοίγουσι: λαβόντες δὲ γράμματα ἐξ αὐτῶν ἔχοντα ἐς τὴν τελετὴν καὶ ἀναγνόντες ἐς ἐπήκοον τῶν μυστῶν, κατέθεντο ἐν νυκτὶ αὖθις τῇ αὐτῇ. Φενεατῶν δὲ οἶδα τοὺς πολλοὺς καὶ ὀμνύντας ὑπὲρ μεγίστων τῷ Πετρώματι.
[3]
καὶ ἐπίθημα ἐπ᾽ αὐτῷ περιφερές ἐστιν, ἔχον ἐντὸς Δήμητρος πρόσωπον Κιδαρίας: τοῦτο ὁ ἱερεὺς περιθέμενος τὸ πρόσωπον ἐν τῇ μείζονι καλουμένῃ τελετῇ ῥάβδοις κατὰ λόγον δή τινα τοὺς ὑποχθονίους παίει. Φενεατῶν δέ ἐστι λόγος, καὶ πρὶν ἢ Ναὸν ἀφικέσθαι γὰρ καὶ ἐνταῦθα Δήμητρα πλανωμένην: ὅσοι δὲ Φενεατῶν οἴκῳ τε καὶ ξενίοις ἐδέξαντο αὐτήν, τούτοις τὰ ὄσπρια ἡ θεὸς τὰ ἄλλα, κύαμον δὲ οὐκ ἔδωκέ σφισι.
[4]
κύαμον μὲν οὖν ἐφ᾽ ὅτῳ μὴ καθαρὸν εἶναι νομίζουσιν ὄσπριον, ἔστιν ἱερὸς ἐπ᾽ αὐτῷ λόγος: οἱ δὲ τῷ Φενεατῶν λόγῳ δεξάμενοι τὴν θεόν, Τρισαύλης καὶ Δαμιθάλης, ἐποιήσαντο μὲν Δήμητρος ναὸν Θεσμίας ὑπὸ τῷ ὄρει τῇ Κυλλήνῃ, κατεστήσαντο δὲ αὐτῇ καὶ τελετήν, ἥντινα καὶ νῦν ἄγουσιν. ὁ δὲ ναὸς οὗτος τῆς Θεσμίας σταδίους πέντε μάλιστά που καὶ δέκα ἐστὶν ἀπωτέρω τῆς πόλεως.
[5]
ἐς δὲ Πελλήνην ἐκ Φενεοῦ καὶ ἐς Αἴγειραν ἰόντι Ἀχαιῶν πόλιν, πέντε που προεληλυθότι καὶ δέκα σταδίους, Ἀπόλλωνός ἐστι Πυθίου ναός: ἐρείπια δὲ ἐλείπετο αὐτοῦ μόνα καὶ βωμὸς μέγας λίθου λευκοῦ. ἐνταῦθα ἔτι καὶ νῦν Ἀπόλλωνι Φενεᾶται καὶ Ἀρτέμιδι θύουσιν, Ἡρακλέα ἑλόντα Ἦλιν τὸ ἱερὸν λέγοντες ποιῆσαι. ἔστι δὲ αὐτόθι καὶ ἡρώων μνήματα, ὅσοι σὺν Ἡρακλεῖ στρατείας ἐπὶ Ἠλείους μετασχόντες οὐκ ἀπεσώθησαν οἴκαδε ἐκ τῆς μάχης.
[6]
τέθαπται δὲ Τελαμὼν ἐγγύτατα τοῦ ποταμοῦ τοῦ Ἀροανίου, ἀπωτέρω μικρὸν ἢ ἔστι τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, Χαλκώδων δὲ οὐ πόρρω κρήνης καλουμένης Οἰνόης. τὸν μὲν δὴ Ἐλεφήνορος τοῦ Εὐβοεῦσιν ἐς Ἴλιον ἡγησαμένου καὶ τὸν Αἴαντός τε καὶ Τεύκρου, τούτων μὲν τοὺς πατέρας οὐκ ἀποδέξαιτο ἄν τις ἐν τούτῳ πεσεῖν τῷ ἀγῶνι: πῶς μὲν γὰρ ἂν συνεπελάβετο Ἡρακλεῖ τοῦ ἔργου Χαλκώδων, ὃν πρότερον ἔτι ἀποκτεῖναι Ἀμφιτρύωνα καὶ μαρτυρεῖται καὶ πιστεύειν ἄξιά ἐστιν ἐν Θήβαις;
[7]
πῶς δὲ Τεῦκρος ᾤκισεν ἂν Σαλαμῖνα ἐν Κύπρῳ πόλιν, μηδενὸς ὡς ἀνέστρεψεν ἐκ Τροίας ἐκβαλόντος ἐκ τῆς οἰκείας; τίς δ᾽ ἂν ἐξήλασεν ἄλλος πλὴν ὁ Τελαμὼν αὐτόν; δῆλα οὖν ἐστι Χαλκώδοντα οὐ τὸν ἐξ Εὐβοίας καὶ Τελαμῶνα οὐ τὸν Αἰγινήτην ἐπὶ Ἠλείους Ἡρακλεῖ μετεσχηκέναι τῆς στρατείας: ὁμώνυμοι δὲ ἐπιφανέσιν ἄνδρες ἀφανέστεροι καὶ ἐφ᾽ ἡμῶν ἔτι καὶ τὸν ἅπαντα ἐγίνοντο ὁμοίως χρόνον.
[8]
Φενεάταις δὲ πρὸς τὸ Ἀχαϊκὸν τὸ ὅμορον οὐ καθ᾽ ἓν ὅροι τῆς γῆς εἰσιν, ἀλλὰ πρὸς μὲν Πελλήνην ὁ καλούμενος Πωρίνας, πρὸς δὲ τὴν Αἰγειρᾶτιν †τὸ ἐπ᾽ Ἄρτεμιν. ἐν δὲ αὐτῶν Φενεατῶν τῇ χώρᾳ μετὰ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου προήξεις τε οὐκ ἐπὶ πολὺ καὶ ἐντὸς ἔσῃ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ ὄρος ἀγούσης τὴν Κρᾶθιν.
[9]
ἐν τούτῳ τῷ ὄρει τοῦ ποταμοῦ τοῦ Κράθιδός εἰσιν αἱ πηγαί: ῥεῖ δὲ ἐς θάλασσαν παρὰ Αἰγάς, ἔρημον τὰ ἐπ᾽ ἐμοῦ χωρίον, τὰ δὲ παλαιότερα Ἀχαιῶν πόλιν. ἀπὸ τούτου δὲ καλεῖται τοῦ Κράθιδος καὶ ἐν Ἰταλίᾳ ποταμὸς ἐν γῇ τῇ Βρεττίων: ἐν δὲ τῇ Κράθιδι τῷ ὄρει Πυρωνίας ἱερόν ἐστιν Ἀρτέμιδος, καὶ τὰ ἔτι ἀρχαιότερα παρὰ τῆς θεοῦ ταύτης ἐπήγοντο Ἀργεῖοι πῦρ ἐς τὰ Λερναῖα.
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (3 total)
- Cross-references to this page
(3):
- A Dictionary of Greek and Roman Antiquities (1890), LERNAEA
- A Dictionary of Greek and Roman Antiquities (1890), THESMOPHO´RIA
- Dictionary of Greek and Roman Geography (1854), PHE´NEUS
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences