previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. τὸν δὲ ἵππον, ὃς ἐφεξῆς τῇ εἰκόνι ἐστὶ τοῦ Σάρδου, Ἀθηναῖος Καλλίας Λυσιμαχίδου πατρὸς ἀναθεῖναί φησιν ἰδίᾳ περιποιησάμενος ἀπὸ τοῦ πρὸς Πέρσας πολέμου χρήματα. Ἀχαιοὶ δὲ ἀνέθεσαν Ἀθηνᾶς ἄγαλμα πόλιν τῶν ἐν Αἰτωλίᾳ παραστησάμενοι πολιορκίᾳ: τῇ πόλει δὲ ἣν εἷλον Φάνα τοὔνομα ἦν. γενέσθαι δὲ χρόνον φασὶν οὐκ ὀλίγον τῇ πολιορκίᾳ: καὶ ὡς ἀδυνάτως εἶχον ἑλεῖν τὴν πόλιν, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἀφίκετο μάντευμα: [2]γῆς Πέλοπος ναέται καὶ Ἀχαιίδος, οἳ ποτὶ Πυθώ
ἤλθετε πευσόμενοι ὥς κε πτολίεθρον ἕλητε,
ἀλλ᾽ ἄγε δὴ φράζεσθε λάχος πόσον ἦμαρ ἕκαστον
λαῶν πινόντων ῥύεται πόλιν, δὲ πέπωκεν:
οὕτω γάρ κεν ἕλοιτε Φάναν πυργήρεα κώμην.
[3] οὐ συνιέντες οὖν ὁποῖόν τι ἤθελεν χρησμὸς λέγειν, οἱ μὲν οἴκαδε ἀποπλεῖν ἐβουλεύοντο διαλύσαντες τὴν πολιορκίαν, οἱ δὲ ἐντὸς τοῦ τείχους οἵ τε ἄλλοι οὐδενὶ λόγῳ σφᾶς ἐνεποιοῦντο καὶ γυνὴ πρόεισιν ἐκ τοῦ τείχους ὕδωρ ἐκ τῆς ὑπὸ τῷ τείχει λαβεῖν πίδακος. ἐπιδραμόντες δὲ ἐκ τοῦ στρατεύματος αἰχμάλωτόν τε τὴν γυναῖκα αἱροῦσι καὶ διδάσκονται παρ᾽ αὐτῆς οἱ Ἀχαιοὶ ὅτι τὸ ὀλίγον τὸ ἐκ τῆς πίδακος ὕδωρ, ὁπότε ἐφ᾽ ἑκάστης λάβοιεν τῆς νυκτός, διεμετροῦντο αὐτό, καὶ ἄλλο ἦν τοῖς ἔνδον ἀλέξημα οὐδὲν ἐς δίψαν. οὕτω δὴ συγχέαντες οἱ Ἀχαιοὶ τὴν πηγὴν τὸ πόλισμα αἱροῦσιν. [4]

Ῥόδιοι δὲ οἱ ἐν Λίνδῳ παρὰ ταύτην τὴν Ἀθηνᾶν τὸ ἄγαλμα ἔστησαν τοῦ Ἀπόλλωνος. ἀνέθεσαν δὲ καὶ Ἀβρακιῶται χαλκοῦν ὄνον, νυκτομαχίᾳ Μολοσσοὺς νικήσαντες. λόχον μέν σφισιν ἐν νυκτὶ οἱ Μολοσσοὶ παρεσκεύασαν: ὄνου δέ, ὃς ἐλαυνόμενος ἐκ τοῦ ἀγροῦ τότε ἔτυχεν, ὄνον θήλειαν διώκοντος σὺν ὕβρει τε τῇ ἄλλῃ καὶ τραχύτητι τοῦ φθέγματος, ὡσαύτως δὲ καὶ τοῦ ἀνδρὸς ὃς τὸν ὄνον ἤλαυνε βοῶντος ἀσαφῆ τε καὶ ἄκοσμα, οὕτως οἵ τε ἐκ τῆς ἐνέδρας τῶν Μολοσσῶν ἐξανίστανται ταραχθέντες καὶ οἱ Ἀμβρακιῶται φωράσαντες τὰ ἐπὶ σφίσι βεβουλευμένα ἐπιχειροῦσιν ἐν τῇ νυκτί, καὶ ἐκράτησαν μάχῃ τῶν Μολοσσῶν. [5]

Ὀρνεᾶται δὲ οἱ ἐν τῇ Ἀργολίδι πολέμῳ σφᾶς Σικυωνίων πιεζόντων τῷ Ἀπόλλωνι εὔξαντο, εἰ ἀπώσαιντο ἐκ τῆς πατρίδος τῶν Σικυωνίων τὸν στρατόν, πομπήν τε ἐν Δελφοῖς αὐτῷ στελεῖν ὁσημέραι καὶ ἱερεῖα θύσειν οἷα δὴ καὶ ὅσα ἀριθμόν. νικῶσί τε δὴ μάχῃ τοὺς Σικυωνίους, καὶ ὥς σφισιν ἐφ᾽ ἡμέρας πάσης ἀποδιδοῦσι τὰ κατὰ τὴν εὐχὴν δαπάνη τε ἦν μεγάλη καὶ μείζων ἔτι τοῦ ἀναλώματος ταλαιπωρία, οὕτω δὴ σόφισμα εὑρίσκουσιν ἀναθεῖναι τῷ θεῷ θυσίαν τε καὶ πομπὴν χαλκᾶ ποιήματα. [6]

ἔστιν ἐνταῦθα καὶ ἄθλων τῶν Ἡρακλέους τὸ ἐς τὴν ὕδραν, ἀνάθημά τε ὁμοῦ Τισαγόρου καὶ τέχνη, σιδήρου καὶ ὕδρα καὶ Ἡρακλῆς. σιδήρου δὲ ἐργασίαν τὴν ἐπὶ ἀγάλμασι χαλεπωτάτην καὶ πόνου συμβέβηκεν εἶναι πλείστου: θαύματος μὲν δὴ καὶ τοῦ Τισαγόρου τὸ ἔργον, ὅστις δὴ Τισαγόρας, θαύματος δὲ οὐκ ἐλαχίστου καὶ ἐν Περγάμῳ λέοντός τε καὶ ὑὸς ἀγρίου κεφαλαί, σιδήρου καὶ αὗται: Διονύσῳ δὲ ἀναθήματα σφᾶς ἐποιήσαντο. [7]

Φωκέων δὲ οἱ ἔχοντες Ἐλάτειανἀντέσχον γὰρ τῇ Κασσάνδρου πολιορκίᾳ Ὀλυμπιοδώρου σφίσιν ἐξ Ἀθηνῶν ἀμύνοντοςλέοντα τῷ Ἀπόλλωνι χαλκοῦν ἀποπέμπουσιν ἐς Δελφούς. δὲ Ἀπόλλων ἐγγυτάτω τοῦ λέοντος Μασσαλιωτῶν ἐστιν ἀπὸ τῆς πρὸς Καρχηδονίους ἀπαρχὴ ναυμαχίας.

πεποίηται δὲ ὑπὸ Αἰτωλῶν τρόπαιόν τε καὶ γυναικὸς ἄγαλμα ὡπλισμένης, Αἰτωλία δῆθεν: ταῦτα ἀνέθεσαν ἐπιθέντες οἱ Αἰτωλοὶ Γαλάταις δίκην ὠμότητος τῆς ἐς Καλλιέας. ἐπίχρυσος δὲ εἰκών, ἀνάθημα Γοργίου τοῦ ἐκ Λεοντίνων, αὐτὸς Γοργίας ἐστίν εἰκών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PAEA´NIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: