previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21. Καὶ εἶδονοὐρανὸν καινὸν καὶ γῆν καινήν:” γὰρ πρῶτος οὐρανὸς καὶ πρώτη γῆ ἀπῆλθαν, καὶ θάλασσα οὐκ ἔστιν ἔτι. [2] καὶτὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμκαινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένηνὡς νύμφην κεκοσμημένηντῷ ἀνδρὶ αὐτῆς. [3] καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσηςἸδοὺ σκηνὴτοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, “καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ” “ἔσονται, καὶαὐτὸς θεὸςμετ᾽ αὐτῶν ἔσται,” [4]καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶναὐτῶν, καὶ θάνατος οὐκ ἔσται ἔτι: οὔτεπένθοςοὔτεκραυγὴοὔτε πόνος οὐκ ἔσται ἔτι. “τὰ πρῶταἀπῆλθαν. [5] καὶ εἶπεν καθήμενος ἐπὶ τῷ θρόνῳ Ἰδοὺ” “καινὰ ποιῶπάντα. καὶ λέγει Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν. [6] καὶ εἶπέν μοι Γέγοναν. ἐγὼ τὸ Ἄλφα καὶ τὸ , ἀρχὴ καὶ τὸ τέλος. ἐγὼτῷ διψῶντιδώσω ἐκ τῆς πηγῆςτοῦ ὕδατος τῆς ζωῆς δωρεάν.” [7] νικῶν κληρονομήσει ταῦτα, καὶἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός.” [8] τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῆκαιομένῃ πυρὶ καὶ θείῳ,” ἐστιν θάνατος δεύτερος. [9]

Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων Δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου. [10]καὶ ἀπήνεγκέν μεἐν πνεύματιἐπὶ ὄροςμέγα καὶὑψηλόν, καὶἔδειξέν μοιτὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμκαταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, [11] ἔχουσαντὴν δόξαν τοῦ θεοῦ:” φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι: [12] ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσαπυλῶναςδώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶὀνόματαἐπιγεγραμμένα ἐστιντῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ: [13] ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς:” [14] καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα, καὶ ἐπ᾽ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. [15] Καὶ λαλῶν μετ᾽ ἐμοῦ εἶχενμέτρον κάλαμονχρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. [16] καὶ πόλιςτετράγωνοςκεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων: τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. [17]καὶ ἐμέτρησεν τὸ τεῖχοςαὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ἐστιν ἀγγέλου. [18]καὶ ἐνδώμησιςτοῦ τείχουςαὐτῆςἴασπις,” καὶ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ: [19]οἱ θεμέλιοιτοῦ τείχους τῆς πόλεως παντὶλίθῳ τιμίῳκεκοσμημένοι: θεμέλιος πρῶτος ἴασπις, δεύτερος σάπφειρος, πρίτος χαλκηδών, τέταρτος σμάραγδος, [20] πέμπτος σαρδόνυξ, ἕκτος σάρδιον, ἕβδομος χρυσόλιθος, ὄγδοος βήρυλλος, ἔνατος τοπάζιον, δέκατος χρυσόπρασος, ἑνδέκατος ὑάκινθος, δωδέκατος ἀμέθυστος: [21] καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου: καὶ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής. [22] Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, “γὰρκύριος, θεός, παντοκράτωρ,” ναὸς αὐτῆς ἐστίν, καὶ τὸ ἀρνίον. [23] καὶ πόλις οὐ χρείαν ἔχειτοῦ ἡλίου οὐδὲ τῆς σελήνης,” ἵναφαίνωσιναὐτῇ, “γὰρδόξα τοῦ θεοῦ ἐφώτισεναὐτήν, καὶ λύχνος αὐτῆς τὸ ἀρνίον. [24]καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸςαὐτῆς: “καὶ οἱ βασιλεῖςτῆς γῆςφέρουσιν τὴν δόξαναὐτῶν εἰς αὐτήν: [25]καὶ οἱ πυλῶνεςαὐτῆςοὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξγὰρ οὐκ ἔσται ἐκεῖ: [26] καὶοἴσουσιν τὴν δόξανκαὶ τὴν τιμὴντῶν ἐθνῶνεἰς αὐτήν. [27] καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος, εἰ μὴοἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆςτοῦ ἀρνίου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Latin (Saint Jerome, Bible Foundation and On-Line Book Initiative)
load focus English (Rainbow Missions, Inc., Rainbow Missions, Inc.; revision of the American Standard Version of 1901)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: