previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20.

Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. [2] καὶ ἐκράτησεν τὸν δράκοντα, “ ὄφις ἀρχαῖος, ὅς ἐστινΔιάβολοςκαὶ Σατανᾶς,” καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, [3] καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη: μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον. [4] Καὶεἶδον θρόνους,” καὶἐκάθισανἐπ᾽ αὐτούς, “καὶ κρίμͅα ἐδόθηαὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν: καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ χίλια ἔτη. [5] οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἀνάστασις πρώτη. [6] μακάριος καὶ ἅγιος ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ: ἐπὶ τούτων δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονταιἱερεῖς τοῦ θεοῦκαὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ [τὰ] χίλια ἔτη. [7] Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, [8] καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐνταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ Μαγώγ,” συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ἀριθμὸς αὐτῶν ὡς ἄμμος τῆς θαλάσσης. [9] καὶ ἀνέβησανἐπὶ τὸ πλάτος τῆς γῆς,” καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιντὴν ἠγαπημένην. καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ” “καὶ κατέφαγεναὐτούς: [10] καὶ διάβολος πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦπυρὸς καὶ θείου,” ὅπου καὶ τὸ θηρίον καὶ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [11]

Καὶ εἶδον θρόνονμέγαν λευκὸν καὶ τὸνκαθήμενονἐπ᾽ αὐτοῦ, οὗἀπὸ τοῦ προσώπου ἔφυγεν γῆκαὶ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. [12] καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, “καὶ βιβλία ἠνοίχθησαν:” καὶ ἄλλοβιβλίονἠνοίχθη, ἐστιντῆς ζωῆς:” καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοιςκατὰ τὰ ἔργα αὐτῶν.” [13] καὶ ἔδωκεν θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ θάνατος καὶ ᾄδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστοςκατὰ τὰ ἔργα αὐτῶν.” [14] καὶ θάνατος καὶ ᾄδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος θάνατος δεύτερός ἐστιν, λίμνη τοῦ πυρός. [15] καὶ εἴ τις οὐχεὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένοςἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Latin (Saint Jerome, Bible Foundation and On-Line Book Initiative)
load focus English (Rainbow Missions, Inc., Rainbow Missions, Inc.; revision of the American Standard Version of 1901)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: