previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10.

Σκιὰν γὰρ ἔχων νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι: [2] ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους; [3] ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνι αυτόν, [4] ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας. [5] Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγειΘυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ
     κατηρτίσω μοι: [6]
     ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. [7]
τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέ-
     γραπται περὶ ἐμοῦ,
     τοῦ ποιῆσαι, θεός, τὸ θέλημά σου.
[8]

ἀνώτερον λέγων ὅτιΘυσίας καὶ προσφορὰςκαὶὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας,” αἵτινες κατὰ νόμον προσφέρονται, [9]τότεεἴρηκενἸδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου:” ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ. [10] ἐν θελήματιἡγιασμένοι ἐσμὲν διὰ τῆςπροσφορᾶςτοῦσώματοςἸησοῦ Χριστοῦ ἐφάπαξ. [11] Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας. [12] οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲςἐκάθισεν ἐν δεξιᾷτοῦ θεοῦ, [13] τὸ λοιπὸν ἐκδεχόμενοςἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ,” [14] μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. [15] Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ εἰρηκέναι [16]Αὕτη διαθήκη ἣν διαθήσομαι
πρὸς αὐτούς “      μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν,
     καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,—
[17]

Καὶ τῶν ἁμαρτιῶν αὐτῶνκαὶτῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθησομαι ἔτ<*>:” [18] ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας. [19]

Ἔχοντες οὖν, αδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματ<*> Ἰησοῦ, [20] ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστιν τῆς σαρκὸς αὐτοῦ, [21] καὶ ἱερέα μέγα<*> ἐπὶτὸν οἰκοντοῦ θεοῦ, [22] προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληοοφορίᾳ πίστεως, ῤεραντισμενοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ: [23] κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ἐπαγγειλάμενος: [24] καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, [25] μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. [26] Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, [27] φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶπυρὸς ζῆλος ἐσθίεινμέλλοντοςτοὺς ὑπεναντίους.” [28] ἀθετήσας τις νόμον Μωυσέως χωρὶς οἰκτιρμῶνἐπὶ δυσὶν τρισὶν μάρτυσιν ἀποθνήσκει:” [29] πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶτὸ αἷμα τῆς διαθήκηςκοινὸν ἡγησάμενος ἐν ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. [30] οἴδαμεν γὰρ τὸν εἰπόνταἘμοὶ ἐκδίκησις,” ἐγὼἀνταποδώσω:” καὶ πάλινΚρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ.” [31] φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. [32] Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, [33] τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες: [34] καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοὺς κρείσσονα ὕπαρξιν καὶ μένουσαν. [35] Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ἥτις ἔχει μεγάλην μισθαποδοσίαν, ὑμῶν, [36] ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν: [37]ἔτι γὰρ μικρὸν ὅσον ὅσον,
     ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει:” [38]
δὲ δίκαιός [μου] ἐκ πίστεως ζήσεται,”
     καὶἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ψυχή μου ἐν αὐτῷ.”
[39]

ἡμεῖς δὲ οὐκ ἐσμὲνὑποστολῆςεἰς ἀπώλειαν, ἀλλὰπίστεωςεἰς περιποίησιν ψυχῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Rainbow Missions, Inc., Rainbow Missions, Inc.; revision of the American Standard Version of 1901)
load focus Latin (Saint Jerome, Bible Foundation and On-Line Book Initiative)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: