Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
δεῖ δ᾽, ὦ ἄνδρες, μηδὲ ταῦτα λαθεῖν ὑμᾶς,
ὅτι οὐχ ὅμοιός ἐστιν ὁ ἀγὼν περὶ τούτου καὶ τῶν ἄλλων ἰδιωτῶν. περὶ
μὲν γὰρ ἀγνῶτος ἀνθρώπου τοῖς Ἕλλησιν ἐν ὑμῖν αὐτοῖς ἐδοκεῖτ᾽ ἂν ἢ
καλῶς ἢ καὶ φαύλως ἐψηφίσθαι: περὶ δὲ τούτου ὅ τι ἂν βουλεύσησθε, παρὰ
πᾶσι τοῖς Ἕλλησιν ἔσται λόγος, οἳ ἴσασι1
τὰ τῶν προγόνων τῶν ὑμετέρων ἔργα ἐναντιώτατα τοῖς τούτῳ διαπεπραγμένοις
ὄντα. ἐπιφανὴς γάρ2 ἐστι διὰ τὸν
ἔκπλουν τὸν εἰς Ῥόδον καὶ τὴν ἀπαγγελίαν3 ἣν ἐποιήσατο καθ᾽ ὑμῶν πρός τε τὴν πόλιν
τὴν τῶν Ῥοδίων, καὶ τῶν ἐμπόρων τοῖς ἐπιδημοῦσιν ἐκεῖ,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.