Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
χρὴ δ᾽ οὐκ ἀγαπᾶν, εἰ τῶν παρόντων τυγχάνεις ὢν ἤδη κρείττων, ἀλλ᾽ ἀγανακτεῖν, εἰ τοιοῦτος μὲν ὢν αὐτὸς τὴν φύσιν, γεγονὼς δὲ τὸ μὲν παλαιὸν ἀπὸ Διός, τὸ δ᾽ ὑπογυιότατον ἐξ ἀνδρὸς τοιούτου τὴν ἀρετήν, μὴ πολὺ διοίσεις καὶ τῶν ἄλλων καὶ τῶν ἐν ταῖς αὐταῖς σοι τιμαῖς ὄντων. ἔστι δ᾽ ἐπὶ σοὶ μὴ διαμαρτεῖν τούτων: ἂν γὰρ ἐμμένῃς τῇ φιλοσοφίᾳ καὶ τοσοῦτον ἐπιδιδῷς ὅσον περ νῦν, ταχέως γενήσει τοιοῦτος οἷόν σε προσήκει.