Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
οὕτω τοίνυν ἀσελγὴς ὢν καὶ βίαιος καὶ τὴν τῶν ἀδελφῶν οὐσίαν ἀπεστερηκὼς οὐκ ἀγαπᾷ τὰ ἐκείνων ἔχων, ἀλλ᾽ ὅτι δίκην οὐδεμίαν αὐτῶν δέδωκεν, ἥκει καὶ τὰ τοῦ πάππου χρήματα ἡμᾶς ἀποστερήσων, καὶ τούτῳ δύο μνᾶς (ὡς ἀκούομεν) μόνας δεδωκὼς οὐ μόνον περὶ χρημάτων ἡμᾶς ἀλλὰ καὶ περὶ τῆς πατρίδος εἰς κινδύνους καθίστησιν. ἐὰν γὰρ ἐξαπατηθῆτε ὑμεῖς πεισθέντες ὡς ἡ μήτηρ ἡμῶν οὐκ ἦν πολῖτις, οὐδ᾽ ἡμεῖς ἐσμεν: μετ᾽ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν. ἆρα περὶ μικρῶν τινῶν ἡμῖν τὸν ἀγῶνα κατεσκεύακε; καὶ ζῶντος μὲν τοῦ πάππου καὶ τοῦ πατρὸς οὐδεμίαν αἰτίαν εἴχομεν, ἀλλ᾽ ἀναμφισβήτητοι τὸν ἅπαντα χρόνον διετελέσαμεν: