Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
οὐ τοίνυν ἐκεῖνος μόνος, ἀλλ᾽ οὐδὲ ὁ νῦν ἀμφισβητῶν τοῦ κλήρου τοιοῦτον εἶπεν οὐδέν, ἀλλ᾽ ὑπὸ τούτου παρασκευασθεὶς ἀμφισβητεῖ. κἀκείνου τὸ μὲν παρ᾽ ἐμοῦ κομισθὲν ἀργύριον οὐκ ἐθελήσαντος ἀπολαβεῖν, παρὰ τούτου δ᾽ ἀπειληφέναι τῇ ὑστεραίᾳ φάσκοντος, οὐκ ἐκωλυόμην συνθάπτειν ἀλλὰ πάντα συνεποίουν: οὐχ ὅπως τοῦδε ἀναλίσκοντος οὐδὲ Διοκλέους, ἀλλ᾽ ἐξ ὧν ἐκεῖνος κατέλιπε γιγνομένων τῶν εἰς αὐτὸν ἀναλωμάτων.