Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπὶ τοῖς τοιούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστὶ χαλεπῶς φέρειν, ὅταν τινὲς μὴ μόνον τῶν ἀλλοτρίων ἀμφισβητεῖν τολμῶσιν, ἀλλὰ καὶ τὰ ἐκ τῶν νόμων δίκαια τοῖς σφετέροις αὐτῶν λόγοις ἀφανιεῖν1 ἐλπίζωσιν: ὅπερ καὶ νῦν οὗτοι ποιεῖν ἐγχειροῦσι. τοῦ γὰρ ἡμετέρου πάππου Κίρωνος οὐκ ἄπαιδος τελευτήσαντος, ἀλλ᾽ ἡμᾶς ἐκ θυγατρὸς αὑτοῦ γνησίας παῖδας αὑτῷ καταλελοιπότος, οὗτοί τοῦ τε2 κλήρου λαγχάνουσιν ὡς ἐγγυτάτω γένους ὄντες, ἡμᾶς τε ὑβρίζουσιν ὡς οὐκ ἐξ ἐκείνου θυγατρὸς ὄντας, οὐδὲ3 γενομένης αὐτῷ πώποτε τὸ παράπαν.