previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
450καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν:
ἀλλ᾽ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
455θαυμάζω, Διὸς υἱέ, τάδ᾽, ὡς ἐρατὸν κιθαρίζεις.
νῦν δ᾽ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι:
νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
σοί τ᾽ αὐτῷ καὶ μητρί: τὸ δ᾽ ἀτρεκέως ἀγορεύσω:
460ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, μὲν ἐγώ σε
κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν᾽ εἵσω
δώσω τ᾽ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
τὸν δ᾽ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν:
εἰρωτᾷς μ᾽, Ἐκάεργε, περιφραδές: αὐτὰρ ἐγώ σοι
465τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
σήμερον εἰδήσεις: ἐθέλω δέ τοι ἤπιος εἶναι
βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ᾽ εὖ οἶδας:
πρῶτος γάρ, Διὸς υἱέ, μετ᾽ ἀθανάτοισι θαάσσεις,
ἠύς τε κρατερός τε: φιλεῖ δέ σε μητίετα Ζεὺς
470ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
μαντείας θ᾽ Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα
τῶν νῦν αὐτὸς ἐγώ σε μαλ᾽ ἀφνειὸν δεδάηκα:
σοὶ δ᾽ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
475ἀλλ᾽ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,
μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
δέγμενος ἐξ ἐμέθεν: σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.
εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,
καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
480εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν
καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον
εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,
φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
485ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,
ἐργασίην φεύγουσα δυήπαθον: ὃς δέ κεν αὐτὴν
νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Hugh G. Evelyn-White)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: