previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἥρως Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
τε μέγ᾽ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
80ἤλιτεν Ἀμφιτρύων, ὅτ᾽ ἐυστέφανον ποτὶ Θήβην
ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ᾽ εὐρυμετώπων:
ἵκετο δ᾽ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
85 δίκη ἔσθ᾽ ἱκέτῃσι, τίον δέ κηρόθι μᾶλλον.
ζῶε δ᾽ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
ἀλόχῳ: τάχα δ᾽ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
γεινόμεθ᾽ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
σός τε πατὴρ καὶ ἐγώ: τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
90ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας
ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
σχέτλιος: που πολλὰ μετεστεναχίζετ᾽ ὀπίσσω
ἣν ἄτην ὀχέων: δ᾽ οὐ παλινάγρετός ἐστιν.
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.
95

φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ᾽ ἡνία φοινικόεντα
ἵππων ὠκυπόδων: μέγα δὲ φρεσὶ θάρσος ἀέξων
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
100Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος:
μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.


τὸν δ᾽ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος:


ἠθεῖ᾽, μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
105ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα:
οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
ἀλλ᾽ ἄγε δύσεο τεύχε᾽ ἀρήια, ὄφρα τάχιστα
δίφρους ἐμπελάσαντες Ἄρηός θ᾽ ἡμέτερόν τε
110μαρνώμεσθ᾽, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
οὐδ᾽ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1914)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: