previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἧκον δέ σφι αὐτόμολοι ἄνδρες ἀπ᾽ Ἀρκαδίης ὀλίγοι τινές, βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι. ἄγοντες δὲ τούτους ἐς ὄψιν τὴν βασιλέος ἐπυνθάνοντο οἱ Πέρσαι περὶ τῶν Ἑλλήνων τί ποιέοιεν: εἷς δέ τις πρὸ πάντων ἦν εἰρωτῶν αὐτοὺς ταῦτα. [2] οἳ δέ σφι ἔλεγον ὡς Ὀλύμπια ἄγουσι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν. δὲ ἐπείρετο τι τὸ ἄεθλον εἴη σφι κείμενον περὶ ὅτευ ἀγωνίζονται: οἳ δ᾽ εἶπον τῆς ἐλαίης τὸν διδόμενον στέφανον. ἐνθαῦτα εἴπας γνώμην γενναιοτάτην Τιγράνης Ἀρταβάνου δειλίην ὦφλε πρὸς βασιλέος. [3] πυνθανόμενος γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλ᾽ οὐ χρήματα, οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε. ‘παπαῖ Μαρδόνιε, κοίους ἐπ᾽ ἄνδρας ἤγαγες μαχησομένους ἡμέας, οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς.’ τούτῳ μὲν δὴ ταῦτα εἴρητο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus Notes (Reginald Walter Macan)
load focus English (A. D. Godley, 1920)
hide References (17 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: