previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπείτε δὲ ἔδεέ οἱ κακῶς γενέσθαι, ἐγίνετο ἀπὸ προφάσιος τοιῆσδε. ἐπεθύμησε Διονύσῳ Βακχείῳ τελεσθῆναι: μέλλοντι δέ οἱ ἐς χεῖρας ἄγεσθαι τὴν τελετὴν ἐγένετο φάσμα μέγιστον. [2] ἦν οἱ ἐν Βορυσθενεϊτέων τῇ πόλι οἰκίης μεγάλης καὶ πολυτελέος περιβολή, τῆς καὶ ὀλίγῳ τι πρότερον τούτων μνήμην εἶχον, τὴν πέριξ λευκοῦ λίθου σφίγγες τε καὶ γρῦπες ἕστασαν: ἐς ταύτην θεὸς ἐνέσκηψε βέλος. καὶ μὲν κατεκάη πᾶσα, Σκύλης δὲ οὐδὲν τούτου εἵνεκα ἧσσον ἐπετέλεσε τὴν τελετήν. [3] Σκύθαι δὲ τοῦ βακχεύειν πέρι Ἕλλησι ὀνειδίζουσι: οὐ γὰρ φασὶ οἰκὸς εἶναι θεὸν ἐξευρίσκειν τοῦτον ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους. [4] ἐπείτε δὲ ἐτελέσθη τῷ Βακχείῳ Σκύλης, διεπρήστευσε τῶν τις Βορυσθενειτέων πρὸς τοὺς Σκύθας λέγωνἡμῖν γὰρ καταγελᾶτε, Σκύθαι, ὅτι βακχεύομεν καὶ ἡμέας θεὸς λαμβάνει: νῦν οὗτος δαίμων καὶ τὸν ὑμέτερον βασιλέα λελάβηκε, καὶ βακχεύει τε καὶ ὑπὸ τοῦ θεοῦ μαίνεται. εἰ δέ μοι ἀπιστέετε, ἕπεσθε, καὶ ὑμῖν ἐγὼ δέξω.’ [5] εἵποντο τῶν Σκύθεων οἱ προεστεῶτες, καὶ αὐτοὺς ἀναγαγὼν Βορυσθενεΐτης λάθρῃ ἐπὶ πύργον κατεῖσε. ἐπείτε δὲ παρήιε σὺν τῷ θιάσῳ Σκύλης καὶ εἶδόν μιν βακχεύοντα οἱ Σκύθαι, κάρτα συμφορὴν μεγάλην ἐποιήσαντο, ἐξελθόντες δὲ ἐσήμαινον πάσῃ τῇ στρατιῇ τὰ ἴδοιεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (27 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: