previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τέταρτος δὲ Βορυσθένης ποταμός, ὃς ἐστί τε μέγιστος μετὰ Ἴστρον τούτων καὶ πολυαρκέστατος κατὰ γνώμας τὰς ἡμετέρας οὔτι μοῦνον τῶν Σκυθικῶν ποταμῶν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, πλὴν Νείλου τοῦ Αἰγυπτίου: τούτῳ γὰρ οὐκ οἷά τε ἐστὶ συμβαλεῖν ἄλλον ποταμόν: [2] τῶν δὲ λοιπῶν Βορυσθένης ἐστὶ πολυαρκέστατος, ὃς νομάς τε καλλίστας καὶ εὐκομιδεστάτας κτήνεσι παρέχεται ἰχθύας τε ἀρίστους διακριδὸν καὶ πλείστους, πίνεσθαι τε ἥδιστος ἐστί, ῥέει τε καθαρὸς παρὰ θολεροῖσι, σπόρος τε παρ᾽ αὐτὸν ἄριστος γίνεται, ποίη τε, τῇ οὐ σπείρεται χώρη, βαθυτάτη: [3] ἅλες τε ἐπὶ τῷ στόματι αὐτοῦ αὐτόματοι πήγνυνται ἄπλετοι: κήτεά τε μεγάλα ἀνάκανθα, τὰ ἀντακαίους καλέουσι, παρέχεται ἐς ταρίχευσιν, ἄλλα τε πολλὰ θωμάσαι ἄξια. [4] μέχρι μέν νυν Γερρέων χώρου, ἐς τὸν τεσσεράκοντα ἡμερέων πλόος ἐστί, γινώσκεται ῥέων ἀπὸ βορέω ἀνέμου: τὸ δὲ κατύπερθε δι᾽ ὧν ῥέει ἀνθρώπων οὐδεὶς ἔχει φράσαι: φαίνεται δὲ ῥέων δι᾽ ἐρήμου ἐς τῶν γεωργῶν Σκυθέων τὴν χώρην: οὗτοι γὰρ οἱ Σκύθαι παρ᾽ αὐτὸν ἐπὶ δέκα ἡμερέων πλόον νέμονται. [5] μούνου δὲ τούτου τοῦ ποταμοῦ καὶ Νείλου οὐκ ἔχω φράσαι τὰς πηγάς, δοκέω δέ, οὐδὲ οὐδεὶς Ἑλλήνων. ἀγχοῦ τε δὴ θαλάσσης Βορυσθένης ῥέων γίνεται καὶ οἱ συμμίσγεται Ὕπανις ἐς τὠυτὸ ἕλος ἐκδιδούς. [6] τὸ δὲ μεταξὺ τῶν ποταμῶν τούτων, ἐὸν ἔμβολον τῆς χώρης, Ἱππόλεω ἄκρη καλέεται, ἐν δὲ αὐτῷ, ἱρὸν Δήμητρος ἐνίδρυται: πέρην δὲ τοῦ ἱροῦ ἐπὶ τῷ Ὑπάνι Βορυσθενεῗται κατοίκηνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (23 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: