previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κῆρυξ

Κῆρυξ

465λέγοιμ᾽ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων
σοὶ μὲν δοκείτω ταῦτ᾽, ἐμοὶ δὲ τἀντία.
ἐγὼ δ᾽ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι:
εἰ δ᾽ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
470λύσαντα σεμνὰ στεμμάτων μυστήρια
τῆσδ᾽ ἐξελαύνειν, μηδ᾽ ἀναιρεῖσθαι νεκροὺς
βίᾳ, προσήκοντ᾽ οὐδὲν Ἀργείων πόλει.
κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν
σὴν ναυστολήσεις: εἰ δὲ μή, πολὺς κλύδων
475ἡμῖν τε καὶ σοὶ συμμάχοις τ᾽ ἔσται δορός.
σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
σφριγῶντ᾽ ἀμείψῃ μῦθον ἐκ βραχιόνων:
ἐλπὶς γάρ ἐστ᾽ ἄπιστον, πολλὰς πόλεις
480συνῆψ᾽, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,
οὐδεὶς ἔθ᾽ αὑτοῦ θάνατον ἐκλογίζεται,
τὸ δυστυχὲς δὲ τοῦτ᾽ ἐς ἄλλον ἐκτρέπει:
εἰ δ᾽ ἦν παρ᾽ ὄμμα θάνατος ἐν ψήφου φορᾷ,
485οὐκ ἄν ποθ᾽ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
τὸν κρείσσον᾽ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,
ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς:
πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,
490Ποιναῖσι δ᾽ ἐχθρά, τέρπεται δ᾽ εὐπαιδίᾳ,
χαίρει δὲ πλούτῳ. ταῦτ᾽ ἀφέντες οἱ κακοὶ
πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
δουλούμεθ᾽, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.pos=2.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: