Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θησεύς
τέχνην μὲν αἰεὶ τήνδ᾽ ἔχων ὑπηρετεῖς
πόλει τε κἀμοί, διαφέρων κηρύγματα:
ἐλθὼν δ᾽ ὑπέρ τ᾽ Ἀσωπὸν Ἰσμηνοῦ θ᾽ ὕδωρ
σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε:
385Θησεύς σ᾽ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,
συγγείτον᾽ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,
φίλον τε θέσθαι πάντ᾽ Ἐρεχθειδῶν λεών.
κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
στεῖχ᾽: ἢν δ᾽ ἀπιστῶσ᾽, οἵδε δεύτεροι λόγοι:
390Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν
Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
καὶ μὴν ἑκοῦσά γ᾽ ἀσμένη τ᾽ ἐδέξατο
πόλις πόνον τόνδ᾽, ὡς θέλοντά μ᾽ ᾔσθετο.
395ἔα: λόγων τίς ἐμποδὼν ὅδ᾽ ἔρχεται;
Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ᾽ εἰδότι,
κῆρυξ. ἐπίσχες, ἤν σ᾽ ἀπαλλάξῃ πόνου
μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.