previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Θησεύς

ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
335ὀρθῶς ἔχουσ᾽ ἐς τόνδε, κἀπεφηνάμην
γνώμην ὑφ᾽ οἵων ἐσφάλη βουλευμάτων:
ὁρῶ δὲ κἀγὼ ταῦθ᾽ ἅπερ με νουθετεῖς,
ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ
340ἔθος τόδ᾽ εἰς Ἕλληνας ἐξελεξάμην,
ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
τί γάρ μ᾽ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
ὅθ᾽ τεκοῦσα χὑπερορρωδοῦσ᾽ ἐμοῦ
345πρώτη κελεύεις τόνδ᾽ ὑποστῆναι πόνον;
δράσω τάδ᾽: εἶμι καὶ νεκροὺς ἐκλύσομαι
λόγοισι πείθων: εἰ δὲ μή, βίᾳ δορὸς
ἤδη τόδ᾽ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.
δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
350δόξει δ᾽ ἐμοῦ θέλοντος: ἀλλὰ τοῦ λόγου
προσδοὺς ἔχοιμ᾽ ἂν δῆμον εὐμενέστερον.
καὶ γὰρ κατέστησ᾽ αὐτὸν ἐς μοναρχίαν
ἐλευθερώσας τήνδ᾽ ἰσόψηφον πόλιν.
λαβὼν δ᾽ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
355ἐς πλῆθος ἀστῶν εἶμι: καὶ πείσας τάδε,
λεκτοὺς ἀθροίσας δεῦρ᾽ Ἀθηναίων κόρους
ἥξω: παρ᾽ ὅπλοις θ᾽ ἥμενος πέμψω λόγους
Κρέοντι νεκρῶν σώματ᾽ ἐξαιτούμενος.
ἀλλ᾽, γεραιαί, σέμν᾽ ἀφαιρεῖτε στέφη
360μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,
φίλην προσάψας χεῖρα: τοῖς τεκοῦσι γὰρ
δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων
κάλλιστον ἔρανον: δοὺς γὰρ ἀντιλάζυται
παίδων παρ᾽ αὑτοῦ τοιάδ᾽ ἃν τοκεῦσι δῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: