Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
βᾶθι, τάλαιν᾽, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα 'γώ,
οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
275ἰώ μοι: λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.
πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία:
280οἴκτισαι ἀμφὶ τέκνων μ᾽ †ἱκέταν ἤ τιν᾽† ἀλάταν
οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
μηδ᾽ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν
παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.
βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι
285γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.