previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θησεύς

Θησεύς

195ἄλλοισι δὴ 'πόνησ᾽ ἁμιλληθεὶς λόγῳ
τοιῷδ᾽. ἔλεξε γάρ τις ὡς τὰ χείρονα
πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων:
ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς:
200εἰ μὴ γὰρ ἦν τόδ᾽, οὐκ ἂν ἦμεν ἐν φάει.
αἰνῶ δ᾽ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
καὶ θηριώδους θεῶν διεσταθμήσατο,
πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ᾽ ἄγγελον
γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,
205τροφήν τε καρποῦ τῇ τροφῇ τ᾽ ἀπ᾽ οὐρανοῦ
σταγόνας ὑδρηλάς, ὡς τά γ᾽ ἐκ γαίας τρέφῃ
ἄρδῃ τε νηδύν: πρὸς δὲ τοῖσι χείματος
προβλήματ᾽, αἶθρον ἐξαμύνασθαι θεοῦ,
πόντου τε ναυστολήμαθ᾽, ὡς διαλλαγὰς
210ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.
δ᾽ ἔστ᾽ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,
ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
μάντεις προσημαίνουσιν οἰωνῶν τ᾽ ἄπο.
ἆρ᾽ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
215δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
ἀλλ᾽ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
ζητεῖ, τὸ γαῦρον δ᾽ ἐν φρεσὶν κεκτημένοι
δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: