previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἶφις

1080οἴμοι: τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
ἀλλ᾽ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
αἰῶνα δ᾽ οὐκ ἔξεστιν. εἰ δ᾽ ἦμεν νέοι
1085δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,
διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ᾽ ἄν.
ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
παίδων ἐραστὴς πόθῳ τ᾽ ἀπωλλύμην.
εἰ δ᾽ ἐς τόδ᾽ ἦλθον κἀξεπειράθην τέκνων
1090οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
οὐκ ἄν ποτ᾽ ἐς τόδ᾽ ἦλθον εἰς νῦν κακόν:†
ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
εἶἑν: τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
1095στείχειν πρὸς οἴκους; κᾆτ᾽ ἐρημίαν ἴδω
πολλῶν μελάθρων, ἀπορίαν τ᾽ ἐμῷ βίῳ;
πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
ἥδιστα πρίν γε δῆθ᾽, ὅτ᾽ ἦν παῖς ἥδε μοι.
ἀλλ᾽ οὐκέτ᾽ ἔστιν, γ᾽ ἐμὴν γενειάδα
1100προσήγετ᾽ αἰεὶ στόματι καὶ κάρα τόδε
κατεῖχε χειρί: πατρὶ δ᾽ οὐδὲνἥδιον
γέροντι θυγατρός: ἀρσένων δὲ μείζονες
ψυχαί, γλυκεῖαι δ᾽ ἧσσον ἐς θωπεύματα.
οὐχ ὡς τάχιστα δῆτά μ᾽ ἄξετ᾽ ἐς δόμους;
1105σκότῳ δὲ δώσετ᾽: ἔνθ᾽ ἀσιτίαις ἐμὸν
δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
τί μ᾽ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
δυσπάλαιστον γῆρας, ὡς μισῶ σ᾽ ἔχων,
μισῶ δ᾽ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
1110βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν:
οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: