Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1530ὀτοτοτοῖ λεῖπε σοὺς
δόμους, ἀλαὸν ὄμμα φέρων,
πάτερ γεραιέ, δεῖξον,
Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς † ἐπὶ
δώμασιν ἀέριον σκότον ὄμμασι †
1535σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.
κλύεις, ὦ κατ᾽ αὐλὰν
ἀλαίνων γεραιὸν
πόδ᾽ ἢ δεμνίοις δύ-
στανος ἰαύων; Οἰδίπους
τί μ᾽, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ
1540ποδὸς ἐξάγαγες ἐς φῶς
λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-
τροτάτοισιν δακρύοισιν,
πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ
νέκυν ἔνερθεν ἢ
1545πτανὸν ὄνειρον; Ἀντιγόνη
δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ,
πάτερ, οὐκέτι σοι τέκνα λεύσσει
φάος οὐδ᾽ ἄλοχος, παραβάκτροις
ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
1550ὦ πάτερ, ὤμοι. Οἰδίπους
ὤμοι ἐμῶν παθέων: πάρα γὰρ στενάχειν τάδ᾽, ἀυτεῖν.
τρισσαὶ ψυχαί: ποίᾳ μοίρᾳ
πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.