previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὀρέστης

Ὀρέστης

γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
545ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.
ἐγᾦδ᾽, ἀνόσιός εἰμι μητέρα κτανών,
ὅσιος δέ γ᾽ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
τὸ γῆρας ἡμῖν τὸ σόν, μ᾽ ἐκπλήσσει λόγου,
550καὶ καθ᾽ ὁδὸν εἶμι: νῦν δὲ σὴν ταρβῶ τρίχα.

τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν:
πατὴρ μὲν ἐφύτευσέν με, σὴ δ᾽ ἔτικτε παῖς,
τὸ σπέρμ᾽ ἄρουρα παραλαβοῦσ᾽ ἄλλου πάρα:
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ᾽ ἄν.
555ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ
μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
σὴ δὲ θυγάτηρμητέρ᾽ αἰδοῦμαι λέγειν
ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
ἐς ἀνδρὸς ᾔει λέκτρ᾽: ἐμαυτόν, ἢν λέγω
560κακῶς ἐκείνην, ἐξερῶ: λέξω δ᾽ ὅμως.
Αἴγισθος ἦν κρυπτὸς ἐν δόμοις πόσις.
τοῦτον κατέκτειν᾽, ἐπὶ δ᾽ ἔθυσα μητέρα,
ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.

ἐφ᾽ οἷς δ᾽ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
565ἄκουσον ὡς ἅπασαν Ἑλλάδ᾽ ὠφελῶ.
εἰ γὰρ γυναῖκες ἐς τόδ᾽ ἥξουσιν θράσους,
ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
παρ᾽ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
570ἐπίκλημ᾽ ἐχούσαις τι τύχοι. δράσας δ᾽ ἐγὼ
δείν᾽, ὡς σὺ κομπεῖς, τόνδ᾽ ἔπαυσα τὸν νόμον.
μισῶν δὲ μητέρ᾽ ἐνδίκως ἀπώλεσα,
ἥτις μεθ᾽ ὅπλων ἄνδρ᾽ ἀπόντ᾽ ἐκ δωμάτων
πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
575προύδωκε κοὐκ ἔσῳσ᾽ ἀκήρατον λέχος:
ἐπεὶ δ᾽ ἁμαρτοῦσ᾽ ᾔσθετ᾽, οὐχ αὑτῇ δίκην
ἐπέθηκεν, ἀλλ᾽, ὡς μὴ δίκην δοίη πόσει,
ἐζημίωσε πατέρα κἀπέκτειν᾽ ἐμόν.
πρὸς θεῶνἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
580φόνον δικάζων: εἰ δὲ δὴ τὰ μητέρος
σιγῶν ἐπῄνουν, τί μ᾽ ἂν ἔδρασ᾽ κατθανών;
οὐκ ἄν με μισῶν ἀνεχόρευ᾽ Ἐρινύσιν;
μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
τῷ δ᾽ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
585σύ τοι φυτεύσας θυγατέρ᾽, γέρον, κακὴν
ἀπώλεσάς με: διὰ τὸ γὰρ κείνης θράσος
πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
Τηλέμαχος: οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
590μένει δ᾽ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: