Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἔοιχ᾽ ὁ δαίμων πολλὰ τῇδ᾽ ἐν ἡμέρᾳ
κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
[ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
1235οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.]
Μήδεια
φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
παῖδας κτανούσῃ τῆσδ᾽ ἀφορμᾶσθαι χθονός,
καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
1240πάντως σφ᾽ ἀνάγκη κατθανεῖν: ἐπεὶ δὲ χρή,
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
ἀλλ᾽ εἶ᾽ ὁπλίζου, καρδία: τί μέλλομεν
τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
ἄγ᾽, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
1245λάβ᾽, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,
καὶ μὴ κακισθῇς μηδ᾽ ἀναμνησθῇς τέκνων,
ὡς φίλταθ᾽, ὡς ἔτικτες, ἀλλὰ τήνδε γε
λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν
κἄπειτα θρήνει: καὶ γὰρ εἰ κτενεῖς σφ᾽, ὅμως
1250φίλοι γ᾽ ἔφυσαν: δυστυχὴς δ᾽ ἐγὼ γυνή.