previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δ᾽ ἱστορῶ,
95Πυλάδησὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
ὑψηλά: πότερα δωμάτων προσαμβάσεις
ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς
100ὧν οὐδὲν ἴσμεν; ἢν δ᾽ ἀνοίγοντες πύλας
ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
θανούμεθ᾽. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
φεύγωμεν, ᾗπερ δεῦρ᾽ ἐναυστολήσαμεν.

Πυλάδης

φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ᾽ εἰώθαμεν,
105τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον:
ναοῦ δ᾽ ἀπαλλαχθέντε κρύψωμεν δέμας
κατ᾽ ἄντρ᾽ πόντος νοτίδι διακλύζει μέλας
νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
110ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,
τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
ἄγαλμα πάσας προσφέροντε μηχανάς.
ὅρα δέ γ᾽ εἴσω τριγλύφων ὅποι κενὸν
δέμας καθεῖναι: τοὺς πόνους γὰρ ἁγαθοὶ
115τολμῶσι, δειλοὶ δ᾽ εἰσὶν οὐδὲν οὐδαμοῦ.

Ὀρέστης

οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
ἀλλ᾽ εὖ γὰρ εἶπας, πειστέον: χωρεῖν χρεὼν
ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
120οὐ γὰρ τὸ τοῦ θεοῦ γ᾽ αἴτιον γενήσεται
πεσεῖν ἄχρηστον θέσφατον: τολμητέον:
μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Robert Potter, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: