previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Χορός
καὶ μὴν τάλας ὅδε δὴ στείχει,
σάρκας νεαρὰς ξανθόν τε κάρα
διαλυμανθείς. πόνος οἴκων,
1345οἷον ἐκράνθη δίδυμον μελάθροις
πένθος θεόθεν καταληπτόν.


Ἱππόλυτος
αἰαῖ αἰαῖ:
δύστηνος ἐγώ, πατρὸς ὡς ἀδίκου
χρησμοῖς ἀδίκοις διελυμάνθην.
1350ἀπόλωλα τάλας, οἴμοι μοι.
διά μου κεφαλῆς ᾁσσουσ᾽ ὀδύναι,
κατὰ δ᾽ ἐγκέφαλον πηδᾷ σφάκελος.
σχές, ἀπειρηκὸς σῶμ᾽ ἀναπαύσω.
:
1355 στυγνὸν ὄχημ᾽ ἵππειον, ἐμῆς
βόσκημα χερός,
διά μ᾽ ἔφθειρας, κατὰ δ᾽ ἔκτεινας.
φεῦ φεῦ: πρὸς θεῶν, ἀτρέμα, δμῶες,
χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
1360τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
πρόσφορά μ᾽ αἴρετε, σύντονα δ᾽ ἕλκετε
τὸν κακοδαίμονα καὶ κατάρατον
πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ᾽ ὁρᾷς;
ὅδ᾽ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
1365ὅδ᾽ σωφροσύνῃ πάντας ὑπερσχών,
προῦπτον ἐς Ἅιδην στείχω, κατ᾽ ἄκρας
ὀλέσας βίοτον, μόχθους δ᾽ ἄλλως
τῆς εὐσεβίας
εἰς ἀνθρώπους ἐπόνησα.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: