Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
Γᾶ καὶ παννύχιος σελά-
να καὶ λαμπρόταται θεοῦ
750φαεσιμβρότου αὐγαί,
ἀγγελίαν μοι ἐνέγ-
καιτ᾽: ἰαχήσατε δ᾽ οὐρανῷ
καὶ παρὰ θρόνον ἀρχέταν
γλαυκᾶς τ᾽ ἐν Ἀθάνας.
755μέλλω τᾶς πατριώτιδος
γᾶς, μέλλω καὶ ὑπὲρ δόμων
ἱκέτας ὑποδεχθεὶς
κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.