ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ᾽ ἐμῶν
πέπλων: ὁρῶ κήρυκα τόνδ᾽ Εὐρυσθέως
50στείχοντ᾽ ἐφ᾽ ἡμᾶς, οὗ διωκόμεσθ᾽ ὕπο
πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
ὦ μῖσος, εἴθ᾽ ὄλοιο χὠ πέμψας <σ᾽> ἀνήρ,
ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.
Κῆρυξ
55ἦ που καθῆσθαι τήνδ᾽ ἕδραν καλὴν δοκεῖς
πόλιν τ᾽ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν:
οὐ γάρ τις ἔστιν ὃς πάροιθ᾽ αἱρήσεται
τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ᾽ Εὐρυσθέως.
χώρει: τί μοχθεῖς ταῦτ᾽; ἀνίστασθαί σε χρὴ
60ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.
Ἰόλαος
οὐ δῆτ᾽, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,
ἐλευθέρα τε γαῖ᾽ ἐν ᾗ βεβήκαμεν.
Κῆρυξ
βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;
Ἰόλαος
οὔτοι βίᾳ γέ μ᾽ οὐδὲ τούσδ᾽ ἄξεις λαβών.
Κῆρυξ
65γνώσῃ σύ: μάντις δ᾽ ἦσθ᾽ ἄρ᾽ οὐ καλὸς τάδε.
Ἰόλαος
οὐκ ἂν γένοιτο τοῦτ᾽ ἐμοῦ ζῶντός ποτε.
Κῆρυξ
ἄπερρ᾽: ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,
ἄξω νομίζων, οὗπέρ εἰσ᾽, Εὐρυσθέως.
Ἰόλαος
ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
70ἀμύνεθ᾽: ἱκέται δ᾽ ὄντες ἀγοραίου Διὸς
βιαζόμεσθα καὶ στέφη μιαίνεται
πόλει τ᾽ ὄνειδος καὶ θεῶν ἀτιμίαν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics