Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
πολλοὶ δ᾽ Ἀχαιῶν δορὶ καὶ πετρίναις
ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-
δαν μέλεον ἔχουσιν,
ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν:
1125ἄνυμφα δὲ μέλαθρα κεῖται:
πολλοὺς δὲ πυρσεύσας
φλογερὸν σέλας ἀμφιρύταν
Εὔβοιαν εἷλ᾽ Ἀχαιῶν
μονόκωπος ἀνήρ, πέτραις
Καφηρίσιν ἐμβαλὼν
1130Αἰγαίαις τ᾽ ἐνάλοις δόλιον
ἀκταῖς ἀστέρα λάμψας.
ἀλίμενα δ᾽ ὄρεα Μάλεα χειμάτων πνοᾷ,
ὅτ᾽ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς
γέρας, οὐ γέρας ἀλλ᾽ ἔριν,
1135Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,
εἴδωλον ἱερὸν Ἥρας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.