previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

1200δεῖξόν νυν, τάλαινα, σὴν νικηφόρον
ἀστοῖσιν ἄγραν ἣν φέρουσ᾽ ἐλήλυθας.

Ἀγαύη

καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
ναίοντες, ἔλθεθ᾽ ὡς ἴδητε τήνδ᾽ ἄγραν,
Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,
1205οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν,
οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι
χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν
καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
ἡμεῖς δέ γ᾽ αὐτῇ χειρὶ τόνδε θ᾽ εἵλομεν,
1210χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.

ποῦ μοι πατὴρ πρέσβυς; ἐλθέτω πέλας.
Πενθεύς τ᾽ ἐμὸς παῖς ποῦ 'στιν; αἰρέσθω λαβὼν
πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε
1215λέοντος ὃν πάρειμι θηράσασ᾽ ἐγώ.

Κάδμος

ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν
φέρω τόδ᾽, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
1220διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ
λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.

ἤκουσα γάρ του θυγατέρων τολμήματα,
ἤδη κατ᾽ ἄστυ τειχέων ἔσω βεβὼς
σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα:
1225πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι
τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.
καὶ τὴν μὲν Ἀκτέων᾽ Ἀρισταίῳ ποτὲ
τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θ᾽ ἅμα
ἔτ᾽ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,
1230τὴν δ᾽ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ
στείχειν Ἀγαύην, οὐδ᾽ ἄκραντ᾽ ἠκούσαμεν:
λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.

Ἀγαύη

πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ
1235θνητῶν: ἁπάσας εἶπον, ἐξόχως δ᾽ ἐμέ,
τὰς παρ᾽ ἱστοῖς ἐκλιποῦσα κερκίδας
ἐς μείζον᾽ ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
φέρω δ᾽ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε
λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
1240ὡς ἀγκρεμασθῇ: σὺ δέ, πάτερ, δέξαι χεροῖν:
γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
κάλει φίλους ἐς δαῖτα: μακάριος γὰρ εἶ,
μακάριος, ἡμῶν τοιάδ᾽ ἐξειργασμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (T. A. Buckley, 1850)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: