Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὀρέστης
ἄλλην τιν᾽ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
Ἑρμιόνη
τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
Ὀρέστης
κακόν γ᾽ ἔλεξας, ἄνδρα δίσσ᾽ ἔχειν λέχη.
Ἑρμιόνη
910τοιαῦτα ταῦτα. κᾆτ᾽ ἔγωγ᾽ ἠμυνάμην.
Ὀρέστης
μῶν εἰς γυναῖκ᾽ ἔρραψας οἷα δὴ γυνή;
Ἑρμιόνη
φόνον γ᾽ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
Ὀρέστης
κἄκτεινας, ἤ τις συμφορά σ᾽ ἀφείλετο;
Ἑρμιόνη
γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
Ὀρέστης
915σοὶ δ᾽ ἦν τις ὅστις τοῦδ᾽ ἐκοινώνει φόνου;
Ἑρμιόνη
πατήρ γ᾽ ἐπ᾽ αὐτὸ τοῦτ᾽ ἀπὸ Σπάρτης μολών.
Ὀρέστης
κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
Ἑρμιόνη
αἰδοῖ γε: καί μ᾽ ἔρημον οἴχεται λιπών.
Ὀρέστης
συνῆκα: ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
Ἑρμιόνη
920ἔγνως: ὀλεῖ γάρ μ᾽ ἐνδίκως. τί δεῖ λέγειν;
ἀλλ᾽ ἄντομαί σε Δία καλοῦσ᾽ ὁμόγνιον,
πέμψον με χώρας τῆσδ᾽ ὅποι προσωτάτω
ἢ πρὸς πατρῷον μέλαθρον: ὡς δοκοῦσί γε
δόμοι τ᾽ ἐλαύνειν φθέγμ᾽ ἔχοντες οἵδε με,
925μισεῖ τε γαῖα Φθιάς. εἰ δ᾽ ἥξει πάρος
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
κτενεῖ μ᾽ ἐπ᾽ αἰσχίστοισιν: ἢ δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
Ὀρέστης
πῶς οὖν τάδ᾽, ὡς εἴποι τις, ἐξημάρτανες;
Ἑρμιόνη
930κακῶν γυναικῶν εἴσοδοί μ᾽ ἀπώλεσαν,
αἵ μοι λέγουσαι τούσδ᾽ ἐχαύνωσαν λόγους:
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ᾽ ἐμοῖς δόμοις
935βλέπουσ᾽ ἂν αὐγὰς τἄμ᾽ ἐκαρποῦτ᾽ ἂν λέχη.
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
[σοφῶν πανούργων ποικίλων λαλημάτων,]
ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ᾽ ἐχρῆν
πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
940πολὺς μὲν ὄλβος: δωμάτων δ᾽ ἠνάσσομεν:
παῖδας δ᾽ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
ἡ δ᾽ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
ἀλλ᾽ οὔποτ᾽ οὔποτ᾽ (οὐ γὰρ εἰσάπαξ ἐρῶ)
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
945πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
γυναῖκας: αὗται γὰρ διδάσκαλοι κακῶν:
ἡ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
ἡ δ᾽ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
πολλαὶ δὲ μαργότητι. κἀντεῦθεν δόμοι
950νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ᾽ εὖ φυλάσσετε
κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας:
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.
Χορός
ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
955συγγνωστὰ μέν νυν σοὶ τάδ᾽, ἀλλ᾽ ὅμως χρεὼν
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.