previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄδμητος
935φίλοι, γυναικὸς δαίμον᾽ εὐτυχέστερον
τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ᾽ ὅμως.
τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
ἐγὼ δ᾽, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
940λυπρὸν διάξω βίοτον: ἄρτι μανθάνω.
πῶς γὰρ δόμων τῶνδ᾽ εἰσόδους ἀνέξομαι;
τίν᾽ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο
τερπνῆς τύχοιμ᾽ ἂν εἰσόδου; ποῖ τρέψομαι;
μὲν γὰρ ἔνδον ἐξελᾷ μ᾽ ἐρημία,
945γυναικὸς εὐνὰς εὖτ᾽ ἂν εἰσίδω κενὰς
θρόνους τ᾽ ἐν οἷσιν ἷζε καὶ κατὰ στέγας
αὐχμηρὸν οὖδας, τέκνα δ᾽ ἀμφὶ γούνασι
πίπτοντα κλαίῃ μητέρ᾽, οἱ δὲ δεσπότιν
στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
950τὰ μὲν κατ᾽ οἴκους τοιάδ᾽: ἔξωθεν δέ με
γάμοι τ᾽ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
γυναικοπληθεῖς: οὐ γὰρ ἐξανέξομαι
λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
ἐρεῖ δέ μ᾽ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε:
955Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθ᾽, ὃς οὐκ ἔτλη θανεῖν
ἀλλ᾽ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ
πέφευγεν Ἅιδην: κᾆτ᾽ ἀνὴρ εἶναι δοκεῖ;
στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
960ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι,
κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;

load focus English (David Kovacs, 1994)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: