Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄδμητος
ἰώ,
στυγναὶ πρόσοδοι, στυγναὶ δ᾽ ὄψεις
χήρων μελάθρων.
ἰώ μοί μοι. αἰαῖ <αἰαῖ>.
ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
πῶς ἂν ὀλοίμην;
865ἦ βαρυδαίμονα μήτηρ μ᾽ ἔτεκεν.
ζηλῶ φθιμένους, κείνων ἔραμαι,
κεῖν᾽ ἐπιθυμῶ δώματα ναίειν.
οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
οὔτ᾽ ἐπὶ γαίας πόδα πεζεύων:
870τοῖον ὅμηρόν μ᾽ ἀποσυλήσας
Ἅιδῃ Θάνατος παρέδωκεν.