Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
Ἄδμητ᾽, ἀνάγκη τάσδε συμφορὰς φέρειν:
οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
γυναικὸς ἐσθλῆς ἤμπλακες: γίγνωσκε δὲ
ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
Ἄδμητος
420ἐπίσταμαί τοι, κοὐκ ἄφνω κακὸν τόδε
προσέπτατ᾽: εἰδὼς δ᾽ αὔτ᾽ ἐτειρόμην πάλαι.
ἀλλ᾽, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
πάρεστε καὶ μένοντες ἀντηχήσατε
παιᾶνα τῷ κάτωθεν ἄσπονδον θεῷ.
425πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ:
τέθριππά θ᾽ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
πώλους, σιδήρῳ τέμνετ᾽ αὐχένων φόβην.
430αὐλῶν δὲ μὴ κατ᾽ ἄστυ, μὴ λύρας κτύπος
ἔστω σελήνας δώδεκ᾽ ἐκπληρουμένας.
οὐ γάρ τιν᾽ ἄλλον φίλτερον θάψω νεκρὸν
τοῦδ᾽ οὐδ᾽ ἀμείνον᾽ εἰς ἔμ᾽: ἀξία δέ μοι
τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ᾽ ἐμοῦ μόνη.