Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Παῖς
ἰώ μοι τύχας. μαῖα δὴ κάτω
395βέβακεν, οὐκέτ᾽ ἔστιν, ὦ πάτερ, ὑφ᾽ ἁλίῳ,
προλιποῦσα δ᾽ ἐμὸν βίον ὠρφάνισεν τλάμων.
†ἴδε γὰρ ἴδε βλέφαρον καὶ†
παρατόνους χέρας.
ὑπάκουσον ἄκουσον, ὦ
400μᾶτερ, ἀντιάζω.
ἐγώ σ᾽ ἐγώ,
μᾶτερ, <μᾶτερ,> ὁ σὸς
ποτὶ σοῖσι πίτνων καλοῦ-
μαι στόμασιν νεοσσός.