Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀπόλλων
θάρσει: δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
Ἀπόλλων
40σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
Θάνατος
καὶ τοῖσδέ γ᾽ οἴκοις ἐκδίκως προσωφελεῖν.
Ἀπόλλων
φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θάνατος
καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Ἀπόλλων
ἀλλ᾽ οὐδ᾽ ἐκεῖνον πρὸς βίαν σ᾽ ἀφειλόμην.
Θάνατος
45πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
Ἀπόλλων
δάμαρτ᾽ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θάνατος
κἀπάξομαί γε νερτέραν ὑπὸ χθόνα.
Ἀπόλλων
λαβὼν ἴθ᾽: οὐ γὰρ οἶδ᾽ ἂν εἰ πείσαιμί σε.
Θάνατος
κτείνειν γ᾽ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.
Ἀπόλλων
50οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἀμβαλεῖν.
Θάνατος
ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
ἔστ᾽ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
οὐκ ἔστι: τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
οὔτοι πλέον γ᾽ ἂν ἢ μίαν ψυχὴν λάβοις.
Θάνατος
55νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
Ἀπόλλων
κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
πῶς εἶπας; ἀλλ᾽ ἦ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
ὠνοῖντ᾽ ἂν οἷς πάρεστι γηραιοὶ θανεῖν.
Ἀπόλλων
60οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν.
Θάνατος
οὐ δῆτ᾽: ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
οὐκ ἂν δύναιο πάντ᾽ ἔχειν ἃ μή σε δεῖ.
Ἀπόλλων
ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν:
65τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνὴρ
Εὐρυσθέως πέμψαντος ἵππειον μετὰ
ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
ὃς δὴ ξενωθεὶς τοῖσδ᾽ ἐν Ἀδμήτου δόμοις
βίᾳ γυναῖκα τήνδε σ᾽ ἐξαιρήσεται.
70κοὔθ᾽ ἡ παρ᾽ ἡμῶν σοι γενήσεται χάρις
δράσεις θ᾽ ὁμοίως ταῦτ᾽, ἀπεχθήσῃ τ᾽ ἐμοί.
Θάνατος
πόλλ᾽ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις:
ἡ δ᾽ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
στείχω δ᾽ ἐπ᾽ αὐτὴν ὡς κατάρξωμαι ξίφει:
75ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
ὅτου τόδ᾽ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.