previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄλκηστις
280Ἄδμηθ᾽, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ᾽ ὡς ἔχει,
λέξαι θέλω σοι πρὶν θανεῖν βούλομαι.
ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
ψυχῆς καταστήσασα φῶς τόδ᾽ εἰσορᾶν
θνῄσκω, παρόν μοι μὴ θανεῖν ὑπὲρ σέθεν,
285ἀλλ᾽ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον
καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
κοὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσα σοῦ
σὺν παισὶν ὀρφανοῖσιν, οὐδ᾽ ἐφεισάμην
ἥβης, ἔχουσ᾽ ἐν οἷς ἐτερπόμην ἐγώ.
290καίτοι σ᾽ φύσας χἠ τεκοῦσα προύδοσαν,
καλῶς μὲν αὐτοῖςκατθανεῖν ἧκονβίου,
καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
295κἀγώ τ᾽ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
θεῶν τις ἐξέπραξεν ὥσθ᾽ οὕτως ἔχειν.

εἶεν: σύ νύν μοι τῶνδ᾽ ἀπόμνησαι χάριν:
300αἰτήσομαι γάρ σ᾽ ἀξίαν μὲν οὔποτε
ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον),
δίκαια δ᾽, ὡς φήσεις σύ: τούσδε γὰρ φιλεῖς
οὐχ ἧσσον 'γὼ παῖδας, εἴπερ εὖ φρονεῖς:
τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων
305καὶ μὴ 'πιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,
ἥτις κακίων οὖσ᾽ ἐμοῦ γυνὴ φθόνῳ
τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
μὴ δῆτα δράσῃς ταῦτά γ᾽, αἰτοῦμαί σ᾽ ἐγώ.
ἐχθρὰ γὰρ 'πιοῦσα μητρυιὰ τέκνοις
310τοῖς πρόσθ᾽, ἐχίδνης οὐδὲν ἠπιωτέρα.
καὶ παῖς μὲν ἄρσην πατέρ᾽ ἔχει πύργον μέγαν
[ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν]:
σὺ δ᾽, τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
315μή σοί τιν᾽ αἰσχρὰν προσβαλοῦσα κληδόνα
ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
οὔτ᾽ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
παροῦσ᾽, ἵν᾽ οὐδὲν μητρὸς εὐμενέστερον.
320δεῖ γὰρ θανεῖν με: καὶ τόδ᾽ οὐκ ἐς αὔριον
οὐδ᾽ ἐς τρίτην μοιμηνὸςἔρχεται κακόν,
ἀλλ᾽ αὐτίκ᾽ ἐν τοῖς οὐκέτ᾽ οὖσι λέξομαι.
χαίροντες εὐφραίνοισθε: καὶ σοὶ μέν, πόσι,
γυναῖκ᾽ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
325ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.

Χορός
θάρσει: πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι:
δράσει τάδ᾽, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.

load focus English (David Kovacs, 1994)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: