previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



λόγων δοθέντων ὁποσωνοῦν ἐν ἐλαχίστοις ἀριθμοῖς ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους ἐν τοῖς δοθεῖσι λόγοις.

ἔστωσαν οἱ δοθέντες λόγοι ἐν ἐλαχίστοις ἀριθμοῖς τε
5τοῦ Α πρὸς τὸν Β καὶ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι τοῦ Ε πρὸς τὸν Ζ: δεῖ δὴ ἀριθμοὺς εὑρεῖν ἑξῆς ἀνάλογον ἐλαχίστους ἔν τε τῷ τοῦ Α πρὸς τὸν Β λόγῳ καὶ ἐν τῷ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι ἐν τῷ τοῦ Ε πρὸς τὸν Ζ.

εἰλήφθω γὰρ ὑπὸ τῶν Β, Γ ἐλάχιστος μετρούμενος
10ἀριθμὸς Η. καὶ ὁσάκις μὲν Β τὸν Η μετρεῖ, τοσαυτάκις καὶ Α τὸν Θ μετρείτω, ὁσάκις δὲ Γ τὸν Η μετρεῖ, τοσαυτάκις καὶ Δ τὸν Κ μετρείτω. δὲ Ε τὸν Κ ἤτοι μετρεῖ οὐ μετρεῖ. μετρείτω πρότερον. καὶ ὁσάκις Ε τὸν Κ μετρεῖ, τοσαυτάκις καὶ Ζ τὸν Λ μετρείτω. καὶ
15ἐπεὶ ἰσάκις Α τὸν Θ μετρεῖ καὶ Β τὸν Η, ἔστιν ἄρα ὡς Α πρὸς τὸν Β, οὕτως Θ πρὸς τὸν Η. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς Γ πρὸς τὸν Δ, οὕτως Η πρὸς τὸν Κ, καὶ ἔτι ὡς Ε πρὸς τὸν Ζ, οὕτως Κ πρὸς τὸν Λ: οἱ Θ, Η, Κ, Λ ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἔν τε τῷ τοῦ Α πρὸς τὸν Β καὶ
20ἐν τῷ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι ἐν τῷ τοῦ Ε πρὸς τὸν Ζ λόγῳ. λέγω δή, ὅτι καὶ ἐλάχιστοι. εἰ γὰρ μή εἰσιν οἱ Θ, Η, Κ, Λ ἑξῆς ἀνάλογον ἐλάχιστοι ἔν τε τοῖς τοῦ Α πρὸς τὸν Β καὶ τοῦ Γ πρὸς τὸν Δ καὶ ἐν τῷ τοῦ Ε πρὸς τὸν Ζ λόγοις, ἔστωσαν οἱ Ν, Ξ, Μ, Ο. καὶ ἐπεί ἐστιν ὡς Α
25πρὸς τὸν Β, οὕτως Ν πρὸς τὸν Ξ, οἱ δὲ Α, Β ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις τε μείζων τὸν μείζονα καὶ ἐλάσσων τὸν ἐλάσσονα, τουτέστιν τε ἡγούμενος τὸν ἡγούμενον καὶ ἑπόμενος τὸν ἑπόμενον, Β ἄρα τὸν Ξ μετρεῖ. διὰ τὰ αὐτὰ δὴ καὶ
30Γ τὸν Ξ μετρεῖ: οἱ Β, Γ ἄρα τὸν Ξ μετροῦσιν: καὶ ἐλάχιστος ἄρα ὑπὸ τῶν Β, Γ μετρούμενος τὸν Ξ μετρήσει. ἐλάχιστος δὲ ὑπὸ τῶν Β, Γ μετρεῖται Η: Η ἄρα τὸν Ξ μετρεῖ μείζων τὸν ἐλάσσονα: ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἔσονταί τινες τῶν Θ, Η, Κ, Λ ἐλάσσονες ἀριθμοὶ ἑξῆς
35ἔν τε τῷ τοῦ Α πρὸς τὸν Β καὶ τῷ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι τῷ τοῦ Ε πρὸς τὸν Ζ λόγῳ.

μὴ μετρείτω δὴ Ε τὸν Κ. καὶ εἰλήφθω ὑπὸ τῶν Ε, Κ ἐλάχιστος μετρούμενος ἀριθμὸς Μ. καὶ ὁσάκις μὲν Κ τὸν Μ μετρεῖ, τοσαυτάκις καὶ ἑκάτερος τῶν Θ, Η ἑκάτερον
40τῶν Ν, Ξ μετρείτω, ὁσάκις δὲ Ε τὸν Μ μετρεῖ, τοσαυτάκις καὶ Ζ τὸν Ο μετρείτω. ἐπεὶ ἰσάκις Θ τὸν Ν μετρεῖ καὶ Η τὸν Ξ, ἔστιν ἄρα ὡς Θ πρὸς τὸν Η, οὕτως Ν πρὸς τὸν Ξ. ὡς δὲ Θ πρὸς τὸν Η, οὕτως Α πρὸς τὸν Β: καὶ ὡς ἄρα Α πρὸς τὸν Β, οὕτως Ν πρὸς τὸν
45ξ. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς Γ πρὸς τὸν Δ, οὕτως Ξ πρὸς τὸν Μ. πάλιν, ἐπεὶ ἰσάκις Ε τὸν Μ μετρεῖ καὶ Ζ τὸν Ο, ἔστιν ἄρα ὡς Ε πρὸς τὸν Ζ, οὕτως Μ πρὸς τὸν Ο: οἱ Ν, Ξ, Μ, Ο ἄρα ἑξῆς ἀνάλογόν εἰσιν ἐν τοῖς τοῦ τε Α πρὸς τὸν Β καὶ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι τοῦ Ε
50πρὸς τὸν Ζ λόγοις. λέγω δή, ὅτι καὶ ἐλάχιστοι ἐν τοῖς ΑΒ, ΓΔ, ΕΖ λόγοις. εἰ γὰρ μή, ἔσονταί τινες τῶν Ν, Ξ, Μ, Ο ἐλάσσονες ἀριθμοὶ ἑξῆς ἀνάλογον ἐν τοῖς ΑΒ, ΓΔ, ΕΖ λόγοις. ἔστωσαν οἱ Π, Ρ, Σ, Τ. καὶ ἐπεί ἐστιν ὡς Π πρὸς τὸν Ρ, οὕτως Α πρὸς τὸν Β, οἱ δὲ Α, Β ἐλάχιστοι, οἱ δὲ
55ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς ἰσάκις τε ἡγούμενος τὸν ἡγούμενον καὶ ἑπόμενος τὸν ἑπόμενον, Β ἄρα τὸν Ρ μετρεῖ. διὰ τὰ αὐτὰ δὴ καὶ Γ τὸν Ρ μετρεῖ: οἱ Β, Γ ἄρα τὸν Ρ μετροῦσιν. καὶ ἐλάχιστος ἄρα ὑπὸ τῶν Β, Γ μετρούμενος τὸν Ρ μετρήσει. ἐλάχιστος
60δὲ ὑπὸ τῶν Β, Γ μετρούμενός ἐστιν Η: Η ἄρα τὸν Ρ μετρεῖ. καί ἐστιν ὡς Η πρὸς τὸν Ρ, οὕτως Κ πρὸς τὸν Σ: καὶ Κ ἄρα τὸν Σ μετρεῖ. μετρεῖ δὲ καὶ Ε τὸν Σ: οἱ Ε, Κ ἄρα τὸν Σ μετροῦσιν. καὶ ἐλάχιστος ἄρα ὑπὸ τῶν Ε, Κ μετρούμενος τὸν Σ μετρήσει. ἐλάχιστος δὲ ὑπὸ
65τῶν Ε, Κ μετρούμενός ἐστιν Μ: Μ ἄρα τὸν Σ μετρεῖ μείζων τὸν ἐλάσσονα: ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἔσονταί τινες τῶν Ν, Ξ, Μ, Ο ἐλάσσονες ἀριθμοὶ ἑξῆς ἀνάλογον ἔν τε τοῖς τοῦ Α πρὸς τὸν Β καὶ τοῦ Γ πρὸς τὸν Δ καὶ ἔτι τοῦ Ε πρὸς τὸν Ζ λόγοις: οἱ Ν, Ξ, Μ, Ο
70ἄρα ἑξῆς ἀνάλογον ἐλάχιστοί εἰσιν ἐν τοῖς ΑΒ, ΓΔ, ΕΖ λόγοις: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: