previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



τὸ ἀπὸ ῥητῆς παρὰ τὴν ἐκ δύο ὀνομάτων παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομήν, ἧς τὰ ὀνόματα σύμμετρά ἐστι τοῖς τῆς ἐκ δύο ὀνομάτων ὀνόμασι καὶ ἔτι ἐν τῷ αὐτῷ λόγῳ, καὶ ἔτι γινομένη ἀποτομὴ τὴν αὐτὴν ἕξει
5τάξιν τῇ ἐκ δύο ὀνομάτων.

ἔστω ῥητὴ μὲν Α, ἐκ δύο ὀνομάτων δὲ ΒΓ, ἧς μεῖζον ὄνομα ἔστω ΔΓ, καὶ τῷ ἀπὸ τῆς Α ἴσον ἔστω τὸ ὑπὸ τῶν ΒΓ, ΕΖ: λέγω, ὅτι ΕΖ ἀποτομή ἐστιν, ἧς τὰ ὀνόματα σύμμετρά ἐστι τοῖς ΓΔ, ΔΒ, καὶ ἐν τῷ αὐτῷ
10λόγῳ, καὶ ἔτι ΕΖ τὴν αὐτὴν ἕξει τάξιν τῇ ΒΓ.

ἔστω γὰρ πάλιν τῷ ἀπὸ τῆς Α ἴσον τὸ ὑπὸ τῶν ΒΔ, Η. ἐπεὶ οὖν τὸ ὑπὸ τῶν ΒΓ, ΕΖ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΒΔ, Η, ἔστιν ἄρα ὡς ΓΒ πρὸς τὴν ΒΔ, οὕτως Η πρὸς τὴν ΕΖ. μείζων δὲ ΓΒ τῆς ΒΔ: μείζων ἄρα ἐστὶ
15καὶ Η τῆς ΕΖ. ἔστω τῇ Η ἴση ΕΘ: ἔστιν ἄρα ὡς ΓΒ πρὸς τὴν ΒΔ, οὕτως ΘΕ πρὸς τὴν ΕΖ: διελόντι ἄρα ἐστὶν ὡς ΓΔ πρὸς τὴν ΒΔ, οὕτως ΘΖ πρὸς τὴν ΖΕ. γεγονέτω ὡς ΘΖ πρὸς τὴν ΖΕ, οὕτως ΖΚ πρὸς τὴν ΚΕ: καὶ ὅλη ἄρα ΘΚ πρὸς ὅλην τὴν ΚΖ ἐστιν,
20ὡς ΖΚ πρὸς ΚΕ: ὡς γὰρ ἓν τῶν ἡγουμένων πρὸς ἓν τῶν ἑπομένων, οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα τὰ ἑπόμενα. ὡς δὲ ΖΚ πρὸς ΚΕ, οὕτως ἐστὶν ΓΔ πρὸς τὴν ΔΒ: καὶ ὡς ἄρα ΘΚ πρὸς ΚΖ, οὕτως ΓΔ πρὸς τὴν ΔΒ. σύμμετρον δὲ τὸ ἀπὸ τῆς ΓΔ τῷ ἀπὸ
25τῆς ΔΒ: σύμμετρον ἄρα ἐστὶ καὶ τὸ ἀπὸ τῆς ΘΚ τῷ ἀπὸ τῆς ΚΖ. καί ἐστιν ὡς τὸ ἀπὸ τῆς ΘΚ πρὸς τὸ ἀπὸ τῆς ΚΖ, οὕτως ΘΚ πρὸς τὴν ΚΕ, ἐπεὶ αἱ τρεῖς αἱ ΘΚ, ΚΖ, ΚΕ ἀνάλογόν εἰσιν. σύμμετρος ἄρα ΘΚ τῇ ΚΕ μήκει: ὥστε καὶ ΘΕ τῇ ΕΚ σύμμετρός ἐστι μήκει.
30καὶ ἐπεὶ τὸ ἀπὸ τῆς Α ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΕΘ, ΒΔ, ῥητὸν δέ ἐστι τὸ ἀπὸ τῆς Α, ῥητὸν ἄρα ἐστὶ καὶ τὸ ὑπὸ τῶν ΕΘ, ΒΔ. καὶ παρὰ ῥητὴν τὴν ΒΔ παράκειται: ῥητὴ ἄρα ἐστὶν ΕΘ καὶ σύμμετρος τῇ ΒΔ μήκει: ὥστε καὶ σύμμετρος αὐτῇ ΕΚ ῥητή ἐστι καὶ σύμμετρος τῇ
30ΒΔ μήκει. ἐπεὶ οὖν ἐστιν ὡς ΓΔ πρὸς ΔΒ, οὕτως ΖΚ πρὸς ΚΕ, αἱ δὲ ΓΔ, ΔΒ δυνάμει μόνον εἰσὶ σύμμετροι, καὶ αἱ ΖΚ, ΚΕ δυνάμει μόνον εἰσὶ σύμμετροι. ῥητὴ δέ ἐστιν ΚΕ: ῥητὴ ἄρα ἐστὶ καὶ ΖΚ. αἱ ΖΚ, ΚΕ ἄρα ῥηταὶ δυνάμει μόνον εἰσὶ σύμμετροι: ἀποτομὴ ἄρα
40ἐστὶν ΕΖ.

ἤτοι δὲ ΓΔ τῆς ΔΒ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ τῷ ἀπὸ ἀσυμμέτρου.

εἰ μὲν οὖν ΓΔ τῆς ΔΒ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ, καὶ ΖΚ τῆς ΚΕ μεῖζον δυνήσεται
45τῷ ἀπὸ συμμέτρου ἑαυτῇ. καὶ εἰ μὲν σύμμετρός ἐστιν ΓΔ τῇ ἐκκειμένῃ ῥητῇ μήκει, καὶ ΖΚ: εἰ δὲ ΒΔ, καὶ ΚΕ: εἰ δὲ οὐδετέρα τῶν ΓΔ, ΔΒ, καὶ οὐδετέρα τῶν ΖΚ, ΚΕ.

εἰ δὲ ΓΔ τῆς ΔΒ μεῖζον δύναται τῷ ἀπὸ ἀσυμμέτρου
50ἑαυτῇ, καὶ ΖΚ τῆς ΚΕ μεῖζον δυνήσεται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ. καὶ εἰ μὲν ΓΔ σύμμετρός ἐστι τῇ ἐκκειμένῃ ῥητῇ μήκει, καὶ ΖΚ: εἰ δὲ ΒΔ, καὶ ΚΕ: εἰ δὲ οὐδετέρα τῶν ΓΔ, ΔΒ, καὶ οὐδετέρα τῶν ΖΚ, ΚΕ: ὥστε ἀποτομή ἐστιν ΖΕ, ἧς τὰ ὀνόματα τὰ ΖΚ,
55ΚΕ σύμμετρά ἐστι τοῖς τῆς ἐκ δύο ὀνομάτων ὀνόμασι τοῖς ΓΔ, ΔΒ καὶ ἐν τῷ αὐτῷ λόγῳ, καὶ τὴν αὐτὴν τάξιν ἔχει τῇ ΒΓ: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: