previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

89. ἐν δὲ τῇ φυγῇ πολλοῦ φόνου γενομένου μὲν Ἀλέξανδρος ἐπιφανεῖ μάχῃ νικήσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας. ἔπεσον δὲ ἐν τῇ μάχῃ τῶν Ἰνδῶν πλείους τῶν μυρίων καὶ δισχιλίων, ἐν οἷς ὑπῆρχον καὶ δύο υἱοὶ τοῦ Πώρου καὶ οἱ στρατηγοὶ καὶ οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων. [2] ζῶντες δὲ ἄνδρες ἑάλωσαν ὑπὲρ τοὺς ἐνακισχιλίους, ἐλέφαντες δὲ ὀγδοήκοντα. αὐτὸς δὲ Πῶρος ἔμπνους ὢν παρεδόθη τοῖς Ἰνδοῖς πρὸς τὴν θεραπείαν. [3] τῶν δὲ Μακεδόνων ἔπεσον μὲν ἱππεῖς διακόσιοι καὶ ὀγδοήκοντα, πεζοὶ δὲ πλείους τῶν ἑπτακοσίων. δὲ βασιλεὺς τοὺς μὲν τετελευτηκότας ἔθαψε, τοὺς δὲ ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν, αὐτὸς δὲ Ἡλίῳ ἔθυσεν ὡς δεδωκότι τὰ πρὸς ἀνατολὴν μέρη καταστρέψασθαι. [4] τῆς δὲ πλησίον ὀρεινῆς ἐχούσης πολλὴν μὲν ἐλάτην εὔτροφον, οὐκ ὀλίγην δὲ κέδρον καὶ πεύκην, ἔτι δὲ τῆς ἄλλης ὕλης ναυπηγησίμου πλῆθος ἄφθονον κατεσκεύασε ναῦς ἱκανάς: [5] διενοεῖτο γὰρ ἐπὶ τὸ τέρμα τῆς Ἰνδικῆς παραγενόμενος καὶ πάντας τοὺς ἐγχωρίους καταστρεψάμενος διὰ τοῦ ποταμοῦ καταπλεῖν εἰς τὸν Ὠκεανόν. [6] ἔκτισε δὲ δύο πόλεις, τὴν μὲν πέραν τοῦ ποταμοῦ καθ᾽ ὃν τόπον αὐτὸς διέβη, τὴν δὲ ἄλλην ἐν τόπῳ τὸν Πῶρον ἐνίκησεν. ταχὺ δὲ τῶν ἔργων κατασκευασθέντων διὰ τὴν πολυχειρίαν τὸν μὲν Πῶρον θεραπευθέντα βασιλέα κατέστησε διὰ τὴν ἀρετὴν ἧς πρότερον ἦρχε χώρας, τὴν δὲ δύναμιν ἐπὶ τριάκοντα ἡμέρας ἀνέλαβε, πολλῆς ἀφθονίας οὔσης τῶν ἐπιτηδείων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: