previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

47. τοῦ γὰρ προϋπάρχοντος βασιλέως Στράτωνος διὰ τὴν πρὸς Δαρεῖον φιλίαν ἐκπεσόντος ἐκ τῆς ἀρχῆς Ἀλέξανδρος ἔδωκεν ἐξουσίαν Ἡφαιστίωνι καταστῆσαι βασιλέα τῆς Τύρου τῶν ἰδιοξένων ὃν ἂν προαιρῆται. [2] τὸ μὲν οὖν πρῶτον οὗτος εὐδοκήσας τῷ ξένῳ, παρ᾽ τὴν ἐπισταθμίαν ἐπεποίητο κεχαρισμένως, τοῦτον ἐπεβάλετο κύριον ἀναγορεῦσαι τῆς πόλεως: δὲ πλούτῳ μὲν καὶ δόξῃ διαφέρων τῶν πολιτῶν, οὐδεμίαν δὲ συγγένειαν ἔχων πρὸς τοὺς προγεγονότας βασιλεῖς οὐκ ἐδέξατο τὴν δωρεάν. [3] τοῦ δ᾽ Ἡφαιστίωνος ἐπιτρέψαντος αὐτῷ τὴν ἐκλογὴν ποιήσασθαι ἐκ τοῦ γένους τῶν βασιλέων ἔφησεν εἶναί τινα τῆς βασιλικῆς οἰκίας ἀπόγονον τὰ μὲν ἄλλα σώφρονα καὶ ἀγαθὸν ἄνδρα, πένητα δὲ καθ᾽ ὑπερβολήν. [4] συγχωρήσαντος δὲ τοῦ Ἡφαιστίωνος τούτῳ τὴν δυναστείαν λαβὼν τὴν ἐπιτροπὴν κατήντησεν ἐπὶ τὸν ὠνομασμένον μετὰ βασιλικῆς ἐσθῆτος καὶ κατέλαβεν αὐτὸν ἔν τινι κήπῳ μισθοῦ μὲν ἀντλοῦντα, ῥάκεσι δὲ τοῖς τυχοῦσιν ἐσθῆτι χρώμενον. [5] δηλώσας δὲ τὴν περιπέτειαν καὶ περιθεὶς τὴν βασιλικὴν στολὴν καὶ τὸν ἄλλον τὸν ἁρμόζοντα κόσμον ἀνήγαγεν αὐτὸν εἰς τὴν ἀγορὰν καὶ ἀπέδειξε βασιλέα τῶν Τυρίων. [6] ἀσμένως δὲ τοῦ πλήθους προσδεξαμένου καὶ τὸ παράδοξον τῆς τύχης θαυμάσαντος οὗτος μὲν φίλος γενόμενος Ἀλεξάνδρῳ τὴν βασιλείαν ἔσχε παράδειγμα τοῖς ἀγνοοῦσι τὴν τῆς τύχης παράδοξον μεταβολήν: ἡμεῖς δ᾽ ἐπεὶ τὰ περὶ τὸν Ἀλέξανδρον διήλθομεν, μεταληψόμεθα τὴν διήγησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: