previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

38. περιέθηκε γὰρ αὐτῇ κόσμον τε βασιλικὸν καὶ τὸ προγεγονὸς ἀξίωμα ταῖς προσηκούσαις τιμαῖς ἀποκατέστησε: τὴν μὲν γὰρ θεραπείαν αὐτῇ πᾶσαν τὴν δοθεῖσαν ὑπὸ Δαρείου παρέδωκεν, ἰδίαν δ᾽ ἄλλην οὐκ ἐλάττονα τῆς προϋπαρχούσης προσεδωρήσατο καὶ τῆς μὲν τῶν παρθένων ἐκδόσεως βέλτιον τῆς Δαρείου κρίσεως ἐπηγγείλατο προνοήσεσθαι, τὸν παῖδα δὲ θρέψειν ὡς υἱὸν ἴδιον καὶ βασιλικῆς τιμῆς ἀξιώσειν. [2] προσκαλεσάμενος δ᾽ αὐτὸν καὶ φιλήσας, ὡς εἶδεν ἀδεῶς βλέψαντα καὶ μηδὲν ὅλως καταπλαγέντα, πρὸς τοὺς περὶ τὸν Ἡφαιστίωνα εἶπεν ὅτι παῖς ὢν ἓξ ἐτῶν καὶ τὴν ἀρετὴν ὑπὲρ τὴν ἡλικίαν προφαίνων πολλῷ βελτίων ἐστὶ τοῦ πατρός. περὶ δὲ τῆς Δαρείου γυναικὸς καὶ τῆς περὶ αὐτὴν σεμνότητος πρόνοιαν ἕξειν ἔφησεν ὅπως μηδὲν ἀνάξιον πάθῃ τῆς προγεγενημένης εὐδαιμονίας. [3] πολλὰ δὲ καὶ ἄλλα πρὸς ἔλεον καὶ φιλανθρωπίαν διαλεχθεὶς ἐποίησε τὰς γυναῖκας διὰ τὸ μέγεθος τῆς ἀνελπίστου χαρᾶς εἰς ἀκατάσχετα προπεσεῖν δάκρυα. ἐπὶ δὲ πᾶσι τοῖς προειρημένοις δοὺς τὴν δεξιὰν οὐ μόνον ὑπὸ τῶν εὖ παθόντων ἐπαίνων ἐτύγχανεν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς συστρατευομένοις περιβόητον ἔσχε τὴν ὑπερβολὴν τῆς ἐπιεικείας. [4] καθόλου δ᾽ ἔγωγε νομίζω πολλῶν καὶ καλῶν ἔργων ὑπ᾽ Ἀλεξάνδρου συντετελεσμένων μηδὲν τούτων μεῖζον ὑπάρχειν μηδὲ μᾶλλον ἄξιον ἀναγραφῆς καὶ μνήμης ἱστορικῆς εἶναι. [5] αἱ μὲν γὰρ τῶν πόλεων πολιορκίαι καὶ παρατάξεις καὶ τὰ ἄλλα τὰ κατὰ τὸν πόλεμον προτερήματα τὰ πλείονα διὰ τύχην δι᾽ ἀρετὴν ἐπιτυγχάνεται, δ᾽ ἐν ταῖς ἐξουσίαις εἰς τοὺς ἐπταικότας ἔλεος μεριζόμενος διὰ μόνης τῆς φρονήσεως γίνεται. [6] οἱ πλεῖστοι γὰρ διὰ τὴν εὐτυχίαν ἐπαίρονται μὲν ταῖς εὐπραξίαις, ὑπερήφανοι δ᾽ ἐν ταῖς εὐτυχίαις γινόμενοι τῆς ἀνθρωπίνης καὶ κοινῆς ἀσθενείας ἐπιλανθάνονται: διὸ καὶ τοὺς πλείστους ὁρᾶν ἔστι τὴν εὐτυχίαν ὥσπερ τι βαρὺ φορτίον φέρειν ἀδυνατοῦντας. [7] Ἀλέξανδρος μὲν οὖν, καίπερ πολλαῖς γενεαῖς προγεγονὼς τοῦ καθ᾽ ἡμᾶς βίου, τυγχανέτω καὶ παρὰ τῶν μεταγενεστέρων δικαίου καὶ πρέποντος ταῖς ἰδίαις ἀρεταῖς ἐπαίνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: