previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13.

τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον καταλαμβανομένης πολλαὶ καὶ ποικίλαι περιστάσεις ἐντὸς τῶν τειχῶν ἐγίνοντο. οἱ μὲν γὰρ Μακεδόνες διὰ τὴν ὑπερηφανίαν τοῦ κηρύγματος πικρότερον πολεμικώτερον προσεφέροντο τοῖς Θηβαίοις καὶ μετὰ πολλῆς ἀπειλῆς ἐπιφερόμενοι τοῖς ἠτυχηκόσιν ἀφειδῶς ἀνῄρουν πάντας τοὺς περιτυγχάνοντας. [2] οἱ δὲ Θηβαῖοι τὸ φιλελεύθερον τῆς ψυχῆς διαφυλάττοντες τοσοῦτον ἀπεῖχον τοῦ φιλοζωεῖν ὥστ᾽ ἐν ταῖς ἀπαντήσεσι συμπλέκεσθαι καὶ τὰς παρὰ τῶν πολεμίων ἐπισπᾶσθαι πληγάς: ἑαλωκυίας γὰρ τῆς πόλεως οὐδεὶς Θηβαίων ἑωράθη δεηθεὶς τῶν Μακεδόνων φείσασθαι τοῦ ζῆν οὐδὲ προσέπιπτον τοῖς τῶν κρατούντων γόνασιν ἀγεννῶς. [3] ἀλλ᾽ οὔτε τὸ τῆς ἀρετῆς πάθος ἠλεεῖτο παρὰ τοῖς πολεμίοις οὔτε τὸ τῆς ἡμέρας μῆκος ἤρκει πρὸς τὴν ὠμότητα τῆς τιμωρίας, πᾶσα δὲ πόλις ἐξεφορεῖτο παιδίων ὁμοῦ καὶ παρθένων ἑλκομένων καὶ τὸ τῆς τεκούσης οἰκτρὸν ἐπιβοωμένων ὄνομα: Καθόλου δὲ τῶν οἴκων σὺν ὅλαις ταῖς συγγενείαις ἁρπαζομένων πάνδημος ὑπῆρχε τῆς πόλεως ἀνδραποδισμός. [4] τῶν δὲ ὑπολελειμμένων Θηβαίων οἱ μὲν κατατετρωμένοι τὰ σώματα καὶ λιποψυχοῦντες συνεπλέκοντο τοῖς πολεμίοις, συναποθνήσκοντες τῇ τῶν ἐχθρῶν ἀπωλείᾳ, οἱ δὲ κλάσματι δόρατος ἐρειδόμενοι συνήντων τοῖς ἐπιφερομένοις καὶ διαγωνιζόμενοι τὸν ὕστατον ἀγῶνα προετίμων τὴν ἐλευθερίαν τῆς σωτηρίας. [5] πολλοῦ δὲ φόνου γενομένου καὶ τῆς πόλεως κατὰ πάντα τόπον νεκρῶν πληρουμένης οὐκ ἦν ὅστις ἰδὼν οὐκ ἂν ἠλέησε τὰς τύχας τῶν ἀκληρούντων. καὶ γὰρ τῶν Ἑλλήνων Θεσπιεῖς καὶ Πλαταιεῖς, ἔτι δ᾽ Ὀρχομένιοι καί τινες ἄλλοι τῶν ἀλλοτρίως διακειμένων πρὸς τοὺς Θηβαίους συστρατευόμενοι τῷ βασιλεῖ συνεισέπεσον εἰς τὴν πόλιν καὶ τὴν ἰδίαν ἔχθραν ἐν τοῖς τῶν ἠτυχηκότων ἀκληρήμασιν ἐναπεδείκνυντο. [6] διὸ καὶ πάθη πολλὰ καὶ δεινὰ κατὰ τὴν πόλιν ὁρᾶν ἦν γινόμενα: Ἕλληνες γὰρ ὑφ᾽ Ἑλλήνων ἀνηλεῶς ἀνῃροῦντο καὶ συγγενεῖς ὑπὸ τῶν κατὰ γένος προσηκόντων ἐφονεύοντο, μηδεμίαν ἐντροπὴν τῆς ὁμοφώνου διαλέκτου παρεχομένης. τέλος δὲ τῆς νυκτὸς ἐπικαταλαβούσης αἱ μὲν οἰκίαι διηρπάγησαν, τέκνα δὲ καὶ γυναῖκες καὶ οἱ γεγηρακότες εἰς τὰ ἱερὰ καταπεφευγότες μετὰ τῆς ἐσχάτης ὕβρεως ἀπήγοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: